Ancient Greek
Pg 181
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 181
Not analysed yet
«κατασιωπήσω», φησίν, «ἄνθρωπον; ἀλλ' ἀντιφθέγγεται ἡ κτίσις πανταχοῦ γῆς οὔσης καὶ φαινομένης. φέρω γράμματα κατηγορίας, ἀλλ' αὐτὸς φέρει τὴν οἰκουμένην ἅπασαν, ὥστε οὐκ ἦν», φησίν, «ἀπὸ ῥημάτων διαλεχθῆναι πρὸς τὸν θεὸν οὐδ' ἀντιφθέγξασθαι ταῦτα πάντα.» οὕτω λοιπὸν ὁ θεὸς ὅρα πῶς εὐκαίρως ἐπεισῆλθεν προοδοποιήσαντος τοῦ δούλου καὶ περὶ τῆς σοφίας αὐτοῦ διαλεχθέντος καὶ καταστείλαντος· 38,1 μετὰ δὲ τὸ παύσασθαι, φησίν, Ἐλιοῦν τῆς διαλέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους. ἐμοὶ δοκεῖ νέφος ἐπιστῆσαι τῷ δικαίῳ τότε ἐκείνῳ ὥστε αὐτοῦ διαναστῆσαι τὴν διάνοιαν καὶ πεῖσαι, ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ καθάπερ <ἐπὶ> τοῦ ἱλαστηρίου <τοῦ> ἐπὶ τῆς κιβωτοῦ. ἐπειδὴ γὰρ σύμβολον οὐρανοῦ νέφος, ὡσανεὶ αὐτὸν ἐπιστῆσαι βουλόμενος τὸν οὐρανὸν τῷ Ἰὼβ οἱονεὶ τὸν θρόνον αὐτὸν ἤγαγε πλησίον αὐτοῦ. τοῦτό μοι δοκεῖ καὶ ἐπὶ τοῦ ὄρους γενέσθαι, ὅτε νεφέλη ἐπέστη, ἵνα μάθωμεν, ὅτι ἄνωθεν ἡ φωνή. ἀκούωμεν δὴ μετὰ ἀκριβείας, ἐπειδὴ ὁ κοινὸς τῶν ὅλων δεσπότης φθέγγεται. ἴδωμεν, πῶς αὐτὸν παρακαλεῖ. ἆρα μετὰ τοσαύτης σφοδρότητος, μεθ' ὅσης ἄνθρωποι; οὐδαμῶς. ἐκείνων, ἀγαπητέ, τῶν προτέρων, ὧν ὠδίναμεν λύσιν εὑρεῖν, τῶν φορτικῶς λεγομένων παρὰ τοῦ Ἰὼβ νῦν εὑρίσκομεν σαφεστάτην τὴν λύσιν. ἴδωμεν, τί ἐγκαλεῖ αὐτῷ· 38,2a τίς οὗτος ὁ κρύπτων με, φησίν, βουλήν, 2b συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;