Ancient Greek · ~6 min
Pg 186
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 186
Not analysed yet
38,9b ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. τίνος ἕνεκέν φησιν· ἐσπαργάνωσα; ἆρα ὡς τῷ βρέφει χρήσιμα τὰ σπάργανα, οὕτω καὶ τῇ θαλάσσῃ; ἢ ὅτι ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἢ ὅτι τοῦτο αὐτὴν κατέχει, ἢ τὸ θαυμαστὸν δείκνυσιν, ὅτι τὸ ῥευστὸν περιέβαλεν ἀέρι καὶ ὅτι οὐχ ὑπὸ γῆς μόνον, ἀλλὰ καὶ ὑπὸ ἀέρος κατέχεται οὔτε πρὸς ὕψος οὔτε πρὸς πλαγίαν ἐξενεχθῆναι παρὰ τὸ μέτρον δυναμένη. τί δὲ τὸ χρήσιμον; μεγάλη ἐντεῦθεν ἡ φιλοσοφία· οὐ γὰρ ἁπλῶς τὴν ἐπιφάνειάν φησιν, ἀλλ' αὐτὸ τὸ σῶμα τοῦ ὕδατος διὰ παντὸς ὁμίχλην ἔχει, καὶ μάλιστα τοῦ θαλαττίου. 38,10a ἐθέμην δὲ αὐτῇ ὅρια 10b περιθεὶς κλεῖθρα καὶ πύλας. πάλιν ὅτι οὕτως ἀσφαλῶς ἕστηκεν ὡσανεὶ δεδεμένη. διὰ μὲν τούτου τὸ ἀσφαλές, διὰ δὲ τοῦ ἑξῆς τὸ εὔκολον δείκνυσιν. 38,11a εἶπον δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, 11b ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις, οὕτω δὲ εὐκόλως ὡσανεὶ ἐπιτάξας. εἶπον, γάρ φησιν. καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅτι μηδεμιᾶς αὐτὴν ἀνάγκης ὠθούσης τοῦτο γίνεται, ἀλλὰ καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥύμης οὕτως αὐτὴν μαστιζούσης. διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληναίαν οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ θεοῦ τὴν ἰσχὺν τῆς φύσεως τῷ προστάγματι μαχομένης καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἂν ἐλογίσαντο πολλοί. νῦν δὲ ταραττομένης, μαστιζομένης, ὠθουμένης ἔνδον καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένης διὰ τῆς ταραχῆς κηρύττει τοῦ θεοῦ τὴν ἰσχύν. ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. πάλιν ἐντεῦθεν ἐπὶ τὸν οὐρανὸν αὐτὸν εἵλκυσε πρότερον ἐκ τῶν κάτω διαλεχθείς·