Ancient Greek · ~6 min
Pg 187
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 187
Not analysed yet
38,12a ἐπὶ σοῦ, φησίν, τέταχα φέγγος πρωινόν; ἔστι γὰρ καὶ νυκτερινόν, τὸ σεληνιαῖον. 38,12b ἑωσφόρος δὲ ἐπεῖδεν τὴν ἑαυτοῦ τάξιν; τῶν ἀστέρων ὁ πρῶτος. ὅρα καὶ ἐκεῖ τὴν εὐταξίαν. ἀπὸ τῶν ὑδάτων ἔμαθες, ὅτι καὶ ἐν οὐρανῷ οὐ φύσει τὰ πράγματα οἰκονομεῖται, ἀλλὰ προνοίᾳ θεοῦ· εἰ γὰρ ἐν ῥευστῇ φύσει καὶ ἀτάκτῳ τοσαύτη μὲν εὐταξία, τοσοῦτος δὲ ῥυθμός, ὅταν ἴδῃς καὶ ἐν οὐρανῷ τοῦτο, ἀναμνήσθητι τοῦ αἰτίου τούτων γινομένου. 38,13a ἐπιλαβέσθαι, φησίν, πτερύγων γῆς. τουτέστιν· περιπολεῖν. τί ἐστιν ἐπιλαβέσθαι; ὅτι ὅπου ἂν ᾖ, τὸ φῶς πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει καὶ τοῖς εἰς τὰ πέρατα, ὥστε οὐδὲν θαυμαστὸν περὶ τοῦ ἡλίου τοῦτο, ὅπου γε καὶ ἐν τοῖς ἄστροις τοῦτό ἐστιν. καὶ τί τὸ κέρδος; 38,13b καὶ ἐκτινάξει ἀσεβεῖς, φησίν, ἀπ' αὐτῆς. περὶ τῶν λῃστῶν καὶ τυμβωρύχων καὶ τῶν ἄλλων ἁπάντων λέγει τῶν τῇ νυκτὶ πρὸς τὴν ἰδίαν κεχρημένων πονηρίαν. εἶτα τὸ πάντων μεῖζον· 38,14a ἢ σὺ λαβὼν πηλὸν ἔπλασας ζῷον 14b καὶ λαλητὸν ἔθου αὐτὸ ἐπὶ τῆς γῆς; ὅθεν δῆλον, ὅτι τὰ ἄλλα οὐκ εἶχε τοῦτο· οὐ γὰρ ἂν ὡς ἐξαίρετον αὐτὸ τῷ ἀνθρώπῳ προσῆψεν. ἀπὸ τῆς ψυχῆς <ἔχει> φωνὴν τοιαύτην εὔρυθμον καὶ ἐναρμόνιον. ὁρᾷς, ὅτι οὔτε τοῖς ἄστροις οὔτε τοῖς ἄλλοις μαρτυρεῖ τοῦτο; εἶτά φησιν· 38,15a ἀφείλω δὲ ἀσεβῶν τὸ φῶς 15b καὶ βραχίονα ὑπερηφάνων συνέτριψας; 38,16a ἦλθες δέ, φησίν, ἐπὶ πηγὴν θαλάσσης; πάλιν ἐπὶ τὴν θάλασσαν τὸν λόγον μετήγαγεν, οὐχ ὡς πηγὴν