Ancient Greek · ~6 min
Pg 188
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 188
Not analysed yet
τῆς θαλάσσης ἐχούσης, ἀλλ' ὡς μὴ ἐκλειπούσης καθάπερ πηγὴν ἐχούσης. εἶτα τὸ ἄπειρον αὐτῆς· 38,16b ἐν δὲ ἴχνεσιν, φησίν, ἀβύσσου περιεπάτησας; «οὐ λέγω, ὅτι οὐδὲν δύνασαι ποιῆσαι ὧν ἐποίησα, ἀλλ' οὐδὲ οἶδας, πῶς γέγονεν, οὐδὲ εἰδέναι αὐτὰ δύνασαι οὐδὲ θεωρῆσαι αὐτὰ μετὰ ἀκριβείας.» διὰ τούτων διδάσκει αὐτὸν τὸ μέσον αὐτοῦ καὶ ἐκείνου. 38,17a ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; ταῦτα τὰ ἀόρατα, ἀπὸ τῶν φαινομένων κἀκεῖνα δῆλα. τουτέστιν, ὅτι «ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω, δεσμωτήριόν μοί ἐστιν ὁ ᾅδης.» 38,17b πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; 38,18a νουθέτησαι δὲ τῆς ὑπ' οὐρανὸν τὸ εὖρος; 18b ἀνάγγειλόν μοι, πόση ἢ τίς ἐστιν. 38,19a ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; 19b σκότους δὲ ποῖός ἐστιν ὁ τόπος; 38,20a εἰ ἄρα ἀγάγοις με εἰς ὅριον αὐτῶν, 20b εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν, 38,21a οἶδα ἄρα, ὅτι τότε γεγένησαι, 21b ἀριθμὸς δὲ ἐτῶν σου πολύς. «ἀνάγγειλόν μοι», φησίν, «ποῦ τὸ φῶς καὶ ποῦ τὸ σκότος ἀπέρχεται. καὶ τί λέγω τὰ στοιχεῖα; τὰ κατὰ σαυτὸν εἰπέ· πότε ἐγεννήθης;» καὶ μὴν ᾔδει, ἀλλὰ παρ' ἑτέρων μαθών. «ἀλλὰ πόσος ὁ χρόνος; τὰ κατὰ σαυτὸν οὐκ οἶδας.» 38,22a ἦλθες δέ, φησίν, ἐπὶ θησαυροὺς χιόνος, 22b θησαυροὺς δὲ χαλάζης ἑώρακας; οὐχ ὅτι ἀποθῆκαί εἰσιν, ἀλλ' ὅτι οὕτως ἑτοίμως ὥσπερ ἐκ θησαυρῶν ἐκβάλλων δείκνυσιν αὐτά, ὅταν βούληται. 38,23a ἀπόκεινται δέ σοι εἰς ὥραν ἐχθρῶν 23b καὶ εἰς ἡμέραν πολέμου καὶ μάχης;