Ancient Greek
Pg 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 19
Not analysed yet
σας αὐτόν.» εἶδες καὶ τοῦ διαβόλου τὴν γνῶσιν ἠκριβωμένην, ὅτι παρὰ θεοῦ πᾶσα ἡ ἀσφάλεια; 1,10c τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ, φησίν, εὐλόγησας 10d καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. ὁρᾷς τὸν πλοῦτον παρὰ τοῦ θεοῦ δεδομένον; ὁρᾷς, ὅτι οὐκ ἐξ ἀδικίας; πόσα ἔδει καμεῖν τὸν Ἰὼβ ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος. ἰδού, ὁ διάβολος αὐτῷ τοῦτο ἐμαρτύρησε καὶ οὐκ οἶδε καὶ ἐν τούτῳ αὐτὸν ἐπαινῶν, ὅτι οὐκ ἀπὸ καπηλείας οὐδὲ καταδυναστεύων ἑτέρους τοῦτον ἔσχεν, ἀλλ' ἀπὸ τῆς εὐλογίας τοῦ θεοῦ τοῦτον εἶχε καὶ τῆς ἀσφαλείας ἀπήλαυε τῆς ἄνωθεν. οὐκ ἂν δὲ ἀπήλαυσεν, εἰ μὴ ἐνάρετος ἦν, ὥστε καὶ ἐν τούτῳ λανθανόντως αὐτὸν ἐπῄνεσε καὶ ἐστεφάνωσεν. καλῶς εἶπεν· τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξωθεν πάντων τῶν ὄντων αὐτῷ κυκλόθεν. οὐκ ἔξωθεν πειρασμός, οὐκ ἔνδοθεν ταραχὴ ἦν, εἰρήνης ἀπήλαυε βαθείας· τὰ τέκνα ἐν ὁμονοίᾳ, ἐν εὐτοκίᾳ τὰ θρέμματα. οὐ πόλεμός τις ἐπῄει, οὐχ ἡ οἰκία μάχην εἶχεν, οὐκ ἐμφύλιος, οὐκ ἐξωτικὸς αὐτὸν ἐλυμήνατο πόλεμος. καὶ καλῶς εἶπε πρῶτον· τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ· οὗτος γὰρ χαλεπώτερος, ὁ ἔνδον πόλεμος. ἡ οἰκία αὐτῷ εἰρηνεύετο πᾶσα, καὶ ἔσωθεν καὶ ἔξωθεν. ἄρα τοῦ θεοῦ χρεία πανταχοῦ, ὥστε καὶ ἔνδοθεν καὶ ἔξωθεν εἶναι ἐν εἰρήνῃ. οὐ παραιτεῖται οὐδὲ ἐπαισχύνεται ὁ θεὸς καὶ ταύτην τὴν φυλακὴν καὶ τοῖς ποιμνίοις ἐφεστάναι τοῖς σοῖς καὶ βουκόλια διασῴζειν, μόνον αὐτὸν ἂν φιλῇς σύ. καὶ ὅρα τὸ ἀσφαλὲς τῆς φυλακῆς· περιέφραξας κύκλῳ πάντοθεν, φησίν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ηὐλόγησας. ὁρᾷς, ὅτι οὐ κατὰ φύσιν ἦν τὰ βουκόλια πολλὰ καὶ τὰ θρέμματα; 1,11a ἀλλ' ἀπόστειλον, φησίν, τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει. οὐκ εἶπεν· «δός μοι ἐξουσίαν», ἀλλ' ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει.