Ancient Greek
Pg 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 20
Not analysed yet
1,11b ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ἐβούλετο μὲν καὶ ἐπεθύμει αὐτὸς λαβεῖν τὴν ἐξουσίαν, οὐκ ἐτόλμησε δ' εἰπεῖν, ἀλλὰ σύ, φησίν, ἀπόστειλον τὴν χεῖρά σου. εἶτα, ἵνα μὴ λέγῃ, ὅτι «σὺ πεφεισμένως αὐτὸν ἔπληξας ὡς οἰκεῖον θεράποντα», οὐκ ἐποίησεν, ὅπερ ᾔτησεν ὁ διάβολος, καίτοι ἐνῆν καὶ τοῦτο ποιήσαντα δικαιολογήσασθαι, ὅτι «ὅπερ ἠθέλησας, ἐποίησα· σὺ εἶπας, ἵνα ἐγὼ ἅψωμαι». ἀλλ' ὅμως πλέον τι ποιεῖ. 1,12a καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· 12b ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν χειρί σου δέδωκα, 12c ἀλλ' αὐτοῦ μὴ ἅψῃ. «οὕτω θαρρῶ τῷ ἀθλητῇ τῷ ἐμῷ· σὺ εἶπες· ἀπόστειλον τὴν χεῖρά σου, ἐγὼ δὲ λέγω, ὅτι ἐν τῇ χειρί σου δέδωκα πάντα ὅσα ἔστιν αὐτῷ.» ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τουτέστιν· καταράσεται, βλασφημήσει φανερῶς, οὐχ ὑποστελλόμενος—τοῦτο γάρ ἐστιν εἰς πρόσωπον—οὐδὲ λάθρᾳ, ἀλλ' ἀναισχύντως. πόθεν οἶδας, ὦ μιαρέ, τοῦτο; ἀπὸ τῶν σεαυτοῦ καὶ τὰ τῶν ἄλλων στοχάζῃ; ἐπειδὴ σὺ μηδὲν παθὼν δεινὸν ἐπήρθης κατὰ τοῦ δεσπότου, ἐνόμισας τοῦτο καὶ τὸν ἐμὸν ἀθλητὴν ὑπομένειν ἐννοῶν, ὅτι «εἰ ἐγὼ ἀσώματος ὤν», φησίν, «ἐτράπην, πολλῷ μᾶλλον οὗτος ἐν σώματι ὤν»; καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα, ἀλλ' αὐτοῦ μὴ ἅψῃ—τουτέστι τοῦ σώματος αὐτοῦ, τουτέστι τῆς ψυχῆς αὐτοῦ. ὁρᾷς, ὅτι καὶ μέτρον δίδοται πειρασμῶν; ὁρᾷς, ὅτι τῶν βοσκημάτων οὐχ ἅπτεται, ἐὰν μὴ λάβῃ ἐξουσίαν; ἰδού, φησίν, πάντα δέδωκα ἐν τῇ χειρί σου—τῇ μιαρᾷ, τῇ ἀκορέστῳ. ταῦτα ἀναγινώσκομεν καὶ οὐ θορυβούμεθα; ὅταν ἴδῃς, ὅτι ἐκδίδωσιν ἄνθρωπον δίκαιον ὁ θεὸς τῷ διαβόλῳ, μὴ καταπέσῃς·