Ancient Greek
Pg 190
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 190
Not analysed yet
38,30b πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν; ὁρᾷς, πῶς καὶ τὴν κτίσιν ἀναμίγνυσιν; «τί γάρ μοι», φησίν, «ὄφελος τῆς κατὰ τὴν δημιουργίαν σοφίας;» δείκνυσιν αὑτοῦ τὴν πρόνοιαν πανταχοῦ καὶ πῶς πράγματα συνίστησιν, ἃ λογισμὸς εὑρεῖν οὐ δύναται· 38,31a συνῆκας; φησίν, δεσμὸν Πλειάδος ἔγνως; τουτέστιν· ποία ἀνάγκη, ποῖος σύνδεσμος ἐκεῖνα συνεχῶς τὰ ἄστρα συναγελάζεσθαι ποιεῖ; 38,31b καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; ὥστε αὐτὸν περιπολεῖν. εἶτά φησιν· 38,35a ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται, 35b ἐροῦσι δέ σοι· τί ἐστιν; τέως ἀπὸ τῶν κατὰ τὸν οὐρανὸν πραγμάτων τῶν κολαστικῶν, τῶν εὐεργετικῶν. ὅρα καὶ κεραυνοὺς ἀποκρινομένους. οὐχ ὅτι ἐροῦσιν οἱ κεραυνοί· τί ἐστιν; ἀλλ' ὅτι πάντα καθάπερ ἔμψυχα οὕτως ὑπακούει τῷ θεῷ. καὶ ὅταν μὲν αὐτῶν τὸ ποικίλον τῆς διαπλάσεως παραστῆσαι βούληται, τόκον φησὶ καὶ γαστέρα, ὅταν δὲ τὸ ἕτοιμον καὶ ἀπηρτισμένον, ὑπακούοντας αὐτοὺς καὶ καλουμένους εἰσάγει. τίνος οὖν ἕνεκεν οὐχὶ τεχνίτην ἑαυτόν, ἀλλὰ καὶ πατέρα εἰσήγαγεν; ὅτι ἡ τῆς φύσεως τέχνη πολλῷ μείζων ἐστὶ ταύτης τῆς ἐπιχειρητικῆς ἅτε θεία τις οὖσα. 38,36a τίς δέδωκεν, φησίν, γυναικὶ ὑφάσματος σοφίαν 36b καὶ ποικιλτικὴν σοφίας ἐπιστήμην; ὅρα καὶ τὸ χρήσιμον· τοῖς μεγάλοις ἀναμίγνυσι τὰ μικρά. οὐ γὰρ ἡ τυχοῦσα σοφία ποικίλη τις οὖσα, οὐ γὰρ μικρὰ ἡ χρῆσις· ἦ γὰρ ἂν περιττὰ τὰ ἔργα τῆς τέχνης μὴ δοθείσης. καὶ ὅρα ποῖον αὐτὴν ἔλαβε γένος.