Ancient Greek
Pg 191
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 191
Not analysed yet
38,37a τίς δὲ ὁ ἀριθμῶν, φησίν, νέφη σοφίᾳ, 37b οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; ὁρᾷς, ὅτι τῆς γῆς αὐτῆς ἅπτεται; τοῦτο γάρ ἐστιν ἔκλινεν. 38,38a κέχυται δὲ ὥσπερ γῆ κονία. τὸ λεπτὸν αὐτοῦ αἰνίττεται, ὅπερ Ἠσαΐας φησίν, ὅτι ὥσπερ καπνός ἐστιν. 38,38b κεκόλληκας δὲ αὐτὸν ὥσπερ κύβον λίθοις; τὸ πεπηγὸς καὶ βέβαιον καὶ τὸ σχῆμα δὲ αὐτοῦ παρέστησεν εἰπὼν ὥσπερ κύβον τὸ ἡμισφαίριον ἤτοι τὸ ἄνωθεν μὴ εἶναι οὕτως, ἀλλὰ τετράγωνον. 38,39a θηρεύσεις δὲ λέουσι βοράν, 39b ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; τίνος ἕνεκεν ταῦτά φησιν; ὅτι «εἰ τῶν περιττῶν τοσαύτην πρόνοιαν ποιοῦμαι τῶν οὐδὲ εἰς δουλείαν ὑμῖν χρησίμων, οὐ πολλῷ μᾶλλον ὑμῶν;» τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ λέων; ἃ τῇ φύσει τῶν ἀλόγων ἐνέθηκεν, ταῦτα τίθησιν· 38,40a δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν. «καίτοι μὴ συναγελαζόμενοι», φησίν, «μηδὲ νεμόμενοι, ἀλλὰ διὰ παντὸς χηραμοὺς καὶ καταδύσεις διώκοντες οὐ διαφθείρονται λιμῷ.» 38,40b κάθηνται δέ, φησίν, ἐν ὕλαις ἐνεδρεύοντες. 38,41a τίς δὲ ἡτοίμασε κόραξι βοράν; 41b νεοσσοὶ δὲ αὐτοῦ πρὸς κύριον κεκράγασι 41c πλανώμενοι τὰ σῖτα ζητοῦντες. λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα, ἀλλ' αὐτοὶ μὲν εἰκότως ἅτε μεγάλοι ὄντες πορίζουσι τροφήν, τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. ὅρα, πῶς τὰ ἀχρηστότερα τῶν ἀλόγων καὶ