Ancient Greek · ~6 min
Pg 194
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 194
Not analysed yet
σιν, 39,30a νεοσσοὶ δὲ αὐτοῦ ἐν αἵματι φύρονται, 30b οὗ δ' ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. πῶς ἔστησεν, φησίν, μετέωρον αὐτὸν ἐπὶ τοῦ ἀέρος; πῶς αὐτῷ τὴν τροφὴν ἔδωκεν; ὁρᾷς, ἐξ ὀλίγων πόσα φησίν; τίνος δὲ ἕνεκεν οὐκ ἐμνήσθη βοὸς οὐδὲ προβάτων οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενός, ἀλλὰ τῶν ἀχρήστων καὶ εἰκῇ δοκούντων εἶναι; δεικνύς, ὅτι, εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια τοῖς οὐδὲν δοκοῦσι συντελεῖν, πολλῷ μᾶλλον ἐν τούτοις. εἰ ἐν τοῖς σαρκοβόροις τινὰ λογικὴν σοφίαν ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦσαν ἑκάστῳ καὶ πρόγνωσιν, τῷ μὲν πολέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἐν ἀέρι φερόμενον τὸν γύπα <———>. 40,3 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΚΥΡΙΩ· 40,4a τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ τοῦ θεοῦ 4b ἀκούων τοιαῦτα οὐδὲν ὢν 4c ἐγώ; ἀπόκρισιν δὲ τίνα δῶ πρὸς ταῦτα; 4d χεῖρα θήσω ἐπὶ στόματί μου· 40,5 ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. τί ἔτι, φησίν, ἐγὼ κρίνομαι; ἐκ προοιμίων καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. «ἥττημαι», φησίν, «παρὰ σοὶ τὸ δικαίωμα. τί περαιτέρω τὴν δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι;» 40,6 ΕΤΙ ΔΕ ΥΠΟΛΑΒΩΝ Ο ΚΥΡΙΟΣ ΕΙΠΕ ΤΩ ΙΩΒ ΕΚ ΤΟΥ ΝΕΦΟΥΣ· 40,7a μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. 7b ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ὁρᾷς, πῶς οἱ περιουσίᾳ δικαιωμάτων θαρροῦντες οὐδὲ φεύγοντας τοὺς ἀντιδίκους ἀφιᾶσιν, ὥστε ἐκ περιουσίας γενέσθαι τὴν νίκην;