Ancient Greek
Pg 193
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 193
Not analysed yet
σει; ὁρᾷς, ὅτι πάντα προνοίᾳ καὶ αὐτοῦ βουλομένου εἴκει καὶ ὑπακούει; ἄν τε μὴ θελήσῃ ἡμῖν ὑπακοῦσαι, κἂν μυρία τεχνώμεθα, οὐδὲν ὄφελος, οὐδὲν πλέον ἔσται. τί οὖν; †τοίνυν οὐδὲ ἡμεῖς βουλόμεθα οὐδὲ ἐπιχειροῦμεν †ἵνα, ὅταν ἴδῃς τὸ ἡμερώτερον ζῷον, τὸν κατασκευάσαντα <αὐτὸ> χειρόηθες θαυμάσῃς. εἴασεν πολλὰ ἔξω τῆς ἡμετέρας ἐξουσίας, ἵνα ἀπὸ τῶν μὴ ὑποτεταγμένων μὴ τὴν σαυτοῦ σοφίαν θαυμάσῃς μηδὲ λογίσῃ τέχνῃ τῇ σῇ τὴν ὑπακοὴν ἐκείνου. εἶτα ἐπὶ τὰ χρησιμώτατα μετάγει τὸν λόγον ἵππου μνημονεύων τοῦ χειροήθους καὶ πολλὰ περὶ τοῦ ζῴου τούτου διαλέγεται, πῶς γαῦρον, πῶς ἀνεστηκός, πῶς πρὸς πόλεμον ἐπιτήδειον, πῶς ἱκανὸν ἄνθρωπον διασῶσαι. ὁρᾷς ἕκαστον γαῦρον, καὶ τὸν ὄνον καὶ τοῦτον, ἀλλὰ τὸν μὲν ὑποκείμενον, τὸν δὲ οὔ; εἶτα καὶ τὸ εὔτακτον· ἀκούει φωνὴν σαλπίγγων καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα· 39,25a σάλπιγγος δέ, φησίν, σημαινούσης ἐρεῖ· εὖγε. 25b πόρρωθεν ὀσφραίνεται πολέμου. εἶτα περὶ ἱέρακος καὶ γυπὸς καὶ ἀετοῦ· 39,26a ἐκ δὲ τῆς σῆς ἐπιστήμης, φησίν, ἕστηκεν ἱέραξ 26b ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; 39,27a ἐπὶ δὲ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός, 27b γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται 39,28 ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; 39,29a ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, 29b πόρρωθεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύου-