Ancient Greek
Pg 196
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 196
Not analysed yet
εἶτα λέγει περὶ δύο τινῶν, τοῦ μὲν χερσαίου τοῦ δὲ ἐνύδρου καὶ θαλαττίου. καὶ οὐκ ἀγνοοῦμεν, ὅτι πολλοὶ περὶ τοῦ διαβόλου ταῦτα εἰρῆσθαι νομίζουσι κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες. δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι καὶ τότε, εἴ τι τὸν ἀκροατὴν ὠφελεῖ καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν. πάντα γὰρ πρὸς οἰκοδομὴν γινέσθω, φησίν. εἶτά φησιν· 40,20a ἐπελθὼν δὲ εἰς ὄρος ἀκρότομον 20b ἐποίησε χαρμοσύνην τετράποσιν ἐν τῷ ταρτάρῳ. τουτέστιν· ἀνένευσε τὰ θηρία πρὸς τὰ ὑψηλὰ ἀναχωρήσαντος ἐκείνου. διὰ τοῦτο μεγάλα ἐποίησε ταῦτα τὰ δύο, ἵνα μάθῃς, ὅτι δύναται πάντα τοιαῦτα ποιεῖν, ἀλλ' οὐ ποιεῖ. πρὸς γὰρ τὸ χρήσιμόν σοι πεποίηκεν. ὅρα, πῶς φυλάττει τοὺς οἰκείους νόμους· τὸ μέρος τῆς θαλάσσης, ὅπερ ἐστὶν ἄπλωτον, ταῦτα ἐπινέμεται. «τίς ἡ χρεία;» ἴσως εἴποι τις ἄν. μάλιστα μὲν ἀγνοοῦμεν τὴν ἀπόρρητον αὐτῶν χρείαν· εἰ δὲ χρή τι εἰπεῖν, ὅτι πρὸς θεογνωσίαν ἡμᾶς ἄγει. καθάπερ ἐν τοῖς ἀστράσιν οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους, καὶ οἱ μὲν μείζους, οἱ δὲ μικροί, οὕτω καὶ ἐπὶ τῶν θηρίων. εἰ μεγάλα μόνα ἐποίησεν, εἶπες ἄν, ὅτι μικρὰ οὐκ ἠδύνατο. εἰ μικρὰ τὸ ἐναντίον πάλιν, εἰ ἥμερα, εἶπες ἄν, ὅτι ἄγρια οὐκ ἠδύνατο. πολλὴ ποικιλία ἐν τοῖς οὖσιν, ἐν τοῖς ἀψύχοις, ἐν τοῖς κατ' αἴσθησιν, ἐν τοῖς λογικοῖς, ἐν τοῖς ἀλόγοις. «καὶ τί τὸ ὄφελος», φῄς, «τῆς δημιουργίας ἀγνοουμένων ἡμῖν τῶν ἔργων;» οἷον ταυτὶ τὰ θηρία οἱ πολλοὶ ἀγνοοῦμεν, ἀλλ' οἱ πλέοντες τὴν θάλασσαν ἴσασι καὶ ἀπαγγέλλουσι τοῖς ἀγνοοῦσιν, οἳ πρὸς τὰς ἐρημίας ἐλθόντες οὐκ ἀγνοοῦσιν.