Ancient Greek
Pg 197
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 197
Not analysed yet
εἶτά φησιν· 40,30a ἐνσιτοῦνται δὲ αὐτὸν ἔθνη 30b καὶ μεριοῦνται αὐτὸν Φοινίκων γένη; τουτέστιν· τοσοῦτος ὁ τοῦ σώματος ὄγκος ἐστίν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι. οὐ γὰρ δὴ ὡς τούτου μέλλοντος γίνεσθαι ταῦτά φησιν. καὶ Φοινίκων ἐμνήσθη διὰ τὴν ἐμπορίαν. 40,32a ἐπίθες δὲ ἐπ' αὐτῷ χεῖρά σου 32b μνησθεὶς πολέμου τοῦ γενομένου ἐν τῷ σώματι αὐτοῦ, 32c καὶ μηκέτι γινέσθω. πόλεμον ἐνταῦθα λέγει τὴν ταραχήν, τὴν ἀγριότητα. «μετὰ τὸ χρέμψασθαι αὐτὸ φῶς γίνεται», φησίν. τοιοῦτόν ἐστι τὸ θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀκατάπληκτον. εἶτα μετὰ ταῦτά φησιν· 42,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΚΥΡΙΩ· 42,2a οἶδα, ὅτι πάντα δύνασαι, 2b ἀδυνατεῖ δέ σοι οὐδέν. 42,3a τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν, 3b φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν; εἶτά φησιν· 42,5a ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σου τὸ πρότερον, 5b νυνὶ δὲ ὀφθαλμοῖς σε ἑώρακα. οὐκ ἐπειδὴ ὀφθαλμοῖς εἶδεν, ἀλλ' ἐπειδὴ σαφέστερον ἤκουσεν. 42,6a διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, 6b ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. τοιοῦτόν ἐστιν, ὃ ἔλεγεν πρὸς αὐτόν· ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα δίκαιος ἀναφανῇς; «ἵνα ταῦτα», φησίν, «εἴπῃς τὰ ῥήματα, οὐχ ἵνα σε κατακρίνω.» ἀπολογία ὑπὲρ τῶν προτέρων ἁπάντων. οὐδὲ γὰρ ἀπαλλαγεὶς τοῦ πειρασμοῦ ταῦτά φησιν, ἀλλ' ἔτι ἐν τοῖς δεινοῖς ὢν παλινῳδίαν ᾖσεν. «οὐδὲν ἐμαυτὸν τίθεμαι», φησίν· «ἀπολογίαν ὑπὲρ τῶν προ-