Ancient Greek · ~6 min
Pg 198
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 198
Not analysed yet
τέρων ἐρῶ, καὶ τούτων ἀνάξιος ἤμην ἐγώ.» τί οὖν ὁ θεός; ἐπειδὴ ἑαυτὸν κατεδίκασεν, τότε ἐδικαίωσεν αὐτόν. καὶ τί φησιν; εἶπε τοῖς φίλοις αὐτοῦ, ὅτι δεῖ τὴν ἁμαρτίαν αὐτῶν λῦσαι, καὶ θεράποντα αὐτοῦ συνεχῶς καλεῖ τὸν Ἰώβ. 42,7a ΕΓΕΝΕΤΟ ΔΕ, φησίν, ΜΕΤΑ ΤΟ ΛΑΛΗΣΑΙ ΤΟΝ ΚΥΡΙΟΝ ΤΑ ΡΗΜΑΤΑ ΤΑΥΤΑ ΤΩ ΙΩΒ ΕΙΠΕΝ Ο ΚΥΡΙΟΣ ΕΛΙΦΑΖ ΤΩ ΘΑΙΜΑΝΙΤΗ· 7b ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου. 7c οὐ γὰρ ἐλαλήσατε ἐναντίον μου οὐδὲν ἀληθὲς 7d ὥσπερ ὁ θεράπων μου Ἰώβ. συνεχῶς αὐτὸν καλεῖ θεράποντα αὐτοῦ δεικνύς, ὅτι τὰ πρότερα πάντα ἀνῄρηται. «ὥστε ἀληθῆ ἐλάλησεν ὁ Ἰὼβ λέγων τὰ ἑαυτοῦ κατορθώματα· ὑμεῖς δὲ αὐτὸν καταδικάσαντες οὐκ ἀληθῆ εἰρήκατε.» 42,8a καὶ νῦν, φησίν, λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς 8b καὶ πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, 8c καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν. οὐκ ἂν τοῦτο προσέταξεν, εἰ νόμος ἦν, ἀλλ' αὐτὸς ἱερεὺς γίνεται ἐκείνων προσαγόντων τὰς θυσίας. προσήνεγκεν ὑπὲρ τῶν παίδων, προσφέρει ὑπὲρ τῶν φίλων. ὅρα, πῶς τὸ ἀμνησίκακον αὐτοῦ δείκνυσιν. μάρτυρας αὐτοὺς ποιεῖ γενέσθαι τῆς ἀρετῆς τοῦ ἀνδρὸς καὶ δείκνυσι τῆς ἁμαρτίας τὸ μέγεθος καὶ διὰ τῆς ὑπερβολῆς τῆς κατὰ τὴν προσφοράν. οὐ γὰρ ἂν τοσούτων ἐδέησεν ἱερείων, εἰ μὴ μεγάλων ὄντων τῶν ὀφειλόντων λυθῆναι ἁμαρτημάτων. καὶ δείκνυσιν, ὅτι οὐδὲ ἡ θυσία ἱκανὴ ἦν· «εἰ μὴ γάρ», φησίν, «δι' αὐτὸν οὐκ ἂν εἴασα τὴν ἁμαρτίαν ὑμῖν.» διὰ τούτου δείκνυσιν, ὅτι καὶ αὐτοὺς ἔλυσεν. 42,8f ἀπώλεσα, φησίν, ἂν ὑμᾶς εἰ μὴ δι' αὐτόν. 8g οὐ γὰρ ἐλαλήσατε κατὰ τοῦ θεράποντός μου Ἰὼβ οὐδὲν ἀληθές. ὅρα, ὅτι καίτοι ζήλῳ λέγοντες ἠλέγχοντο μηδὲν ἀληθὲς εἰπόν-