Ancient Greek
Pg 23
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 23
Not analysed yet
τηρία τοῦ περιλειφθέντος προσθήκη τῶν κακῶν τῷ μηδὲ ἀγνοῆσαι τὰ δεινά. 1,16a ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· 16b πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν καὶ κατέφαγε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. 16c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. ὁρᾷς συνεχεῖς τὰς πληγὰς καὶ οὐ συγχωρούμενον αὐτὸν οὐδὲ ἀναπνεῦσαι μικρόν; ἐπειδὴ γὰρ τὸ κτῆμα εὐτελέστερον ἦν, τῷ τρόπῳ τῆς τιμωρίας ἐποίησεν αὐτὸ χαλεπώτερον. «μὴ νόμιζε», φησίν, «ἀνθρωπίνας εἶναι τὰς πληγὰς ἀκούσας αἰχμαλωτεύοντας· ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πολεμεῖ σοι ὁ θεός.» πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. «πόθεν;» δηλονότι ἐκ τοῦ οὐρανοῦ. «πόθεν δὲ σὺ διεσώθης μόνος; τί γέγονεν;» μέχρι τῆς ἡμέρας ἐκείνης ἔμεινεν ἐπὶ τῆς ἀρετῆς. πῶς οὐ μεταβαλόμενος μεταβολὴν εἶδεν ἐπὶ τῶν πραγμάτων γενομένην; εἰ μὲν γὰρ ἦν τι μέγα ἡμαρτηκὼς ἁμάρτημα ἢ καὶ ῥάθυμος γεγενημένος, εἶχε λογίσασθαι τὴν αἰτίαν τῶν γεγενημένων τῷ πλημμελήματι. μένων δὲ ἐπὶ τῆς αὐτῆς ἀρετῆς εἰς ἀφασίαν τινὰ καὶ ἐκπληξίαν ἦλθεν. καὶ ὅρα, τί γίνεται. ὁ μὲν διάβολος ἀπὸ τῶν μικροτέρων ἄρχεται πληγῶν τὰς μείζους ὑστέρας τηρῶν ταύτῃ νομίζων αὐτὸν καταγωνίσασθαι, ἂν ταῖς ἐλάττοσι προδιαλύσας τὴν ἀφόρητον ὕστερον ἐπαγάγῃ. γίνεται δὲ τοὐναντίον· ἐν γὰρ ταύταις καλῶς γυμνασάμενος μετὰ φιλοσοφίας τὰς λοιπὰς ἔφερεν. ὅρα πανταχοῦ τοὺς ἐφεστῶτας μετ' αὐτῶν ἀπολλυμένους ὡς μηδὲ κτήσεως εἶναί τινα λοιπὸν ἐλπίδα. ὄντων μὲν γὰρ τῶν ἐπιστησομένων ἦν προσδοκία πάλιν αὐτὰ κτήσασθαι· καὶ τούτων δὲ ἀπολομένων εἰς μείζονα ἀνελπιστίαν τὰ πράγματα ἦλθεν ἄν. 1,17a ἔτι τούτου λαλοῦντος ἕτερος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ καὶ λέγει αὐτῷ· 17b οἱ ἱππεῖς ἐποίησαν ἡμῖν ἀρ-