Ancient Greek · ~7 min
Pg 24
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 24
Not analysed yet
χὰς τρεῖς 17c καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς 17d καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· 17e καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὥστε μὴ νομισθῆναι καὶ ταῦτα ἀπὸ θεοῦ. καὶ τῇ ποικιλίᾳ τῆς ἀπαγγελίας ἐξαίρει πρὸς μέγεθος τὴν τραγῳδίαν. οἷον εἰ ὡς εὐλαβὴς εἶπεν, ὅτι «ὁ θεὸς πλήττει, οὐκοῦν ἀνάγκη φέρειν», «ἀλλ' ἰδού, καὶ ἄνθρωποι», φησίν, «πλήττουσιν, οὐχὶ θεός σοι πολεμεῖ μόνον.» ἀλλ' ὅρα, πόση τοῦ διαβόλου ἡ δύναμις, πῶς ἔθνη τοσαῦτα ἐκίνησεν, εἴτε δαίμονας σχηματίσας. σύ μοι τὴν εὐκολίαν νόησον μὴ νομίζων πῦρ εἶναι· οὐ γὰρ δύναται δημιουργεῖν, ἀλλ' οὕτως ἔδοξε καὶ κατέφλεξεν ἅπαντα. 1,18a ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ λέγων· 18b τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ 1,19a ἐξαίφνης πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, 19b καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν. 19c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὅρα μοι καὶ ἐνταῦθα τὸν τρόπον τοῦ θανάτου, πῶς ἐλεεινός, καὶ μὴ ἀπὸ τούτου μόνον, ἀλλ' ὅτι καὶ θαυμαστοὶ οἱ παῖδες ἦσαν καὶ αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. καθάπερ ἐπὶ τῶν θρεμμάτων καὶ τὸ πλῆθος ἦν καὶ ἡ ποιότης τῶν ἀπολομένων—καὶ γὰρ ἦν εὔτοκα καὶ πολλά—, οὕτω καὶ ἐπὶ τούτων καὶ τὸ πλῆθος καὶ ἡ ποιότης τῆς προαιρέσεως καὶ τῆς ἡλικίας τὸ ἄνθος καὶ ὁ καιρός· ἀριστώντων γὰρ αὐτῶν ἦν ἐπὶ τῆς τραπέζης ἐγκέφαλος καὶ οἶνος. πνεῦμα, φησίν, μέγα ἦλθεν ἐκ τῆς ἐρήμου. ὅρα, καὶ ἐνταῦθα ὥσπερ ἐπὶ τῶν προβάτων οὐ κοινὸς ὁ θάνατος, οὐ φυσικὴ ἡ τελευτή, οὐ κατὰ μικρόν, οὐχ οἱ λειπόμενοι τῶν παρελθόντων παρεμυ-