Ancient Greek
Pg 27
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 27
Not analysed yet
ἐνῆν Ἰὼβ ὄντα δυσχεραίνειν. κἀκεῖ μὲν τὴν φύσιν ἐπεδείξατο, ἐνταῦθα δὲ τὴν προθυμίαν. οὕτω που καὶ οἱ ἀθληταὶ ποιοῦσιν· πρὶν ἢ εἰς τὰ παλαίσματα καὶ τοὺς ἀγῶνας καθεῖναι προσκυνοῦσι τοὺς ἀγωνοθετοῦντας καὶ μετὰ τὸ νικῆσαι πάλιν, ὡσπεροῦν καὶ οὗτος πεσὼν προσεκύνησεν. καὶ ὅρα, τί ἴσχυσεν ὁ διάβολος, ὥστε διαρρῆξαι αὐτὸν τὸ ἱμάτιον μόνον. εἰ δέ τις τῶν φιλοσόφων καὶ πέρα τοῦ μέτρου ἀπαιτούντων λέγοι, ὅτι οὐδὲ ταῦτα ποιῆσαι αὐτὸν ἐχρῆν, μανθανέτω, ὅτι καὶ Παῦλος ἔκλαυσεν, ὅτι καὶ αὐτὸς ὁ Ἰησοῦς ἐδάκρυσεν. εἰδέτω, τί ποτέ ἐστι παίδων συμπάθεια. ἀλλ' ἀκούσωμεν, οἷα φιλοσοφεῖ παρ' αὐτὸν τῆς συμφορᾶς τὸν καιρὸν καί, ἅπερ ἄν τις αὐτῷ παρῄνεσεν, ταῦτα αὐτὸς κατεπᾴδων ὁ παθὼν καὶ λογισμοὺς κινῶν θεοσεβεῖς. εἰ μὴ ταῦτα ἐποίησεν, τίς οὐκ ἂν αὐτὸν ὡς ὠμὸν καὶ ἀσυμπαθῆ καὶ ἄγριον εἶπεν; εἶτα οὐκ ἂν ἤλγησε περὶ οὓς τοσαῦτα ἐπονεῖτο; μὴ γὰρ παῖδας ἀπώλεσεν ἁπλῶς; μαθητὰς θεοσεβείας. ὁ θάνατος ἄωρος ἦν καὶ παράδοξος. ταῦτα οὐκ ἐξετάζεις, ἄνθρωπε; τότε πρῶτον αὐτῷ ταῦτα συμβεβήκει, ὁμοῦ πάντα ἐπῆλθε καὶ οὐδὲ ἀναπνεῦσαι αὐτῷ συνεχώρησεν. ἐδήλωσεν, ὅτι θεὸς ὁ πολεμῶν ἦν. ἀλλὰ ἴδωμεν τοῦ ἀθλητοῦ τὰ ῥήματα· ἐνταῦθα μάλιστά ἐστι τὰ παλαίσματα, ἐνταῦθα τὰ ἀλείμματα. ἴδωμεν, πῶς κατέρραξε τὸν ἐχθρὸν πρώτῃ μὲν τῇ προσκυνήσει· προσκυνήσας γὰρ λοιπὸν ἐπέτρεψε τῇ ψυχῇ μηδὲν ἀπηχὲς εἰπεῖν. ἀνεπήδησεν εὐθέως πρὸς τὸν θεὸν ὁ λογισμὸς καὶ οὐκέτι πρὸς τὰ παρόντα ἑώρα.