Ancient Greek
Pg 26
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 26
Not analysed yet
δίαν; ἀλλὰ διὰ τοῦτο θαυμαστὸς ἦν, ὡσπεροῦν καὶ οὗτος διὰ τοῦτο θαυμαστός, ὅτι τοῦ πάθους ταῦτα ἀναγκάζοντος ποιεῖν καὶ πάσχειν οὐδὲν ἐπαχθὲς ἐφθέγξατο. ἀναστάς, φησίν, διέρρηξε τὰ ἱμάτια αὐτοῦ. ἐπεὶ καὶ Μωυσῆς διέρρηξε καὶ Ἰησοῦς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, εἰ μὴ τοῦτο ἐποίησεν, εἶπεν ἄν τις, ὅτι ἀναίσθητον αὐτὸν κατεσκεύασεν ὁ θεός· ἀλλὰ συγχωρεῖ τὰ πάθη κρατῆσαι τοῦ δικαίου, ἵνα εἰδῇς, ὅτι καὶ ἀλγῶν φιλοσοφεῖ. ὁρᾷς, πῶς κακούργως ὁ διάβολος ὑστέραν ταύτην ἔδωκε τὴν πληγὴν τὴν χαλεπωτέραν; ὑπερεώρα τῶν προτέρων· οὐκ ἐκινήθη πρὸς τὴν ἀπώλειαν. ἐπειδὴ ταῦτα ἤκουσεν, ἠλέγχθη τῆς φύσεως τὸ ἀσθενές, μᾶλλον δὲ τοῦ δικαίου τὸ φιλόσοφον. καθάπερ τις ἀθλητὴς ἐτίμησε τὰ παιδία. τούτοις τιμᾷ καὶ τὸν θεόν· καὶ πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν. ἵνα γὰρ μὴ νομίσῃς τὸ διαρρῆξαι τὰ ἱμάτια βλασφημοῦντος εἶναι καὶ δυσχεραίνοντος τοῖς γενομένοις, ἄκουσον, τί φησιν (καὶ αὐτοῦ τοῦ ἱματίου παραχωρεῖ τῷ διαβόλῳ λοιπόν)· 1,20b καὶ ἐκείρατο, φησίν, τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ 20c καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ κυρίῳ καὶ εἶπεν· 1,21a αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, 21b γυμνὸς καὶ ἀπελεύσομαι. καὶ καλῶς εἶπεν· γυμνὸς γὰρ εἰς τὸν ἀγῶνα καθίησι λοιπόν. καὶ πεσὼν χαμαὶ προσεκύνησε καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον. ὁρᾷς, πῶς οὐ περιτρέπει τῆς συμφορᾶς τὸ μέγεθος τὸν θεοσεβῆ; καὶ εἶπεν, φησίν, αὐτὸς γυμνὸς ἐξῆλθον. εἶδες, τῷ διαβόλῳ πληγὰς οἵας δίδωσι καὶ πῶς αὐτὸν ἐξέτεινε χαμαί; ἔπεσεν ἐπὶ τὴν γῆν κἀκεῖνον κατέβαλεν. ἔδειξε τὸ πάθος, ἔδειξε τὴν εὐλάβειαν. οὐκ ἐνῆν ἄνθρωπον ὄντα μὴ ἀλγῆσαι τοῖς γενομένοις, ὥσπερ οὐδὲ