Ancient Greek
Pg 32
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 32
Not analysed yet
ἐν τούτοις, φησίν, πᾶσιν. καλῶς εἶπεν· πᾶσιν. μὴ γάρ, ἐπειδὴ ἐν βραχεῖ χρόνῳ ταῦτα διηγήσατο, μικρὰ ταῦτα εἶναι νομίσῃς· μακροῦ χρόνου συμφορὰς συνελὼν εἶπεν. εἰ δὲ βούλει, ἐπεξέλθωμεν τῷ λόγῳ, καὶ ὄψει, τί ἐστι τὸ ἐν τούτοις πᾶσιν. σκόπει δέ· ἀγροὶ μὲν ἔρημοι θρεμμάτων ἀνῃρημένων, ἄκαρπος δὲ ἡ γῆ, θρήνων ἅπαντα μεστά, κωκυτοὶ κατὰ τὴν οἰκίαν. πάντα λοιπὸν εἰκῇ πάντων ἀνηρπασμένων. ποῖος πόλεμος, ποία μάχη, ποία τις αἰχμαλωσία οὕτως εἰς τὴν οἰκίαν εἰσεκώμασε τοῦ δικαίου; τί δεῖ εἰπεῖν; ὅτι πολλὰ κατ' αὐτὸν συνέβη; ὅτι πάντα ἀθρόον; ὅτι τρόπῳ χαλεπῷ τιμωρίας; ὅτι παρὰ προσδοκίαν; ὅτι μηδὲν αὑτῷ συνειδότι πονηρόν; τί πρῶτον; τί δεύτερον; τὴν ἡλικίαν ἐννοῆσαι χρὴ τῶν παίδων, τὴν ἀρετὴν τῆς ψυχῆς, τὸ τῆς τιμωρίας ὠμόν. νέοι καὶ ἡβῶντες ἐν οἰκίᾳ μιᾷ ἐσθιόντων αὐτῶν καὶ πινόντων κατασεισθέντος τοῦ ὀρόφου κατεχώσθησαν. καλῶς εἶπεν· ἐν τούτοις πᾶσιν. θησαυρὸς τῶν κακῶν, πλοῦτος τραγῳδίας, ἐπάλληλοι ἀεὶ πληγαί. πολλοὶ ἐπὶ μὲν τῶν ἀνθρώπων οὐδὲν φθέγγονται, κατὰ δὲ διάνοιαν καταγινώσκουσι τοῦ θεοῦ. ἀλλ' οὐχ οὕτως ὁ δίκαιος, ἀλλ' ἔμενεν ἀπερίτρεπτος. καὶ οὐκ ἔδωκεν, φησίν, ἀφροσύνην τῷ θεῷ. τί ἐστι τοῦτο; ἀσαφές ἐστι τὸ εἰρημένον. ὅπερ λέγει καὶ ὁ Δαυίδ· καὶ νυκτός, φησίν, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί, τοῦτο δὴ καὶ ἐνταῦθα γέγονεν. τουτέστιν· οὐ κατέγνω τῶν γεγενημένων ἀδικίαν. οὐκ εἶπεν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ πράγματα φέρεσθαι. οὐκ εἶπεν· «δίκαιος ἐγὼ καὶ μηδὲν ἐμαυτῷ συνειδώς· ἐκεῖνοι μὲν εὐθηνοῦντες, ἐγὼ δὲ ἐν τοσούτοις κακοῖς. διὰ τί; τί ἠδίκησα, τί ἥμαρτον; ἆρα μέλει τῷ θεῷ τῶν πραγμάτων τῶν ἡμετέρων;» ἀλλ' οὐδὲν τοιοῦτον οὐδὲ εἶπεν οὐδὲ ἐνενόησεν, οἷον πάσχουσι πολλοὶ ἑτέρους μὲν ὁρῶντες εὐημεροῦντας, ἑαυτοὺς δὲ ἐν τοῖς ἐσχάτοις δεινοῖς. οὐκ ἄρα ἀπὸ τῶν