Ancient Greek
Pg 33
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 33
Not analysed yet
πραγμάτων γίνεται τὸ πονηρόν τι ὑποπτεύειν περὶ θεοῦ, ἐπεὶ καὶ οὗτος ὑπώπτευσεν ἄν, ἀλλ' ἀπὸ διανοίας πονηρᾶς. τί γὰρ ἔχεις, ἄνθρωπε, ὃ οὐκ ἔλαβες; ἀπέθανέ σοι παῖς; λέγε· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. ἐπὶ πάντων τοῦτο λέγε. ἀσφαλείας ἀπήλαυες, εἶτα κινδύνοις περιέπεσες; ἱκανὸν τοῦτο τὸ ῥῆμα ἀντὶ φαρμάκου γενέσθαι. πανταχοῦ παραστῆναι ἐν πάσῃ συμφορᾷ, ἐν πάσῃ δυσπραγίᾳ, πᾶσαν ἀφελεῖν ἀθυμίαν δύναται. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. οὕτω καὶ ἄλλος τίς φησιν· ἰδοὺ ἐγώ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ πάλιν ἕτερος· κύριος αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ παρήγγειλεν ἡμῖν ὁ Χριστὸς λέγων· γενηθήτω τὸ θέλημά σου. 2,1a ἐγένετο δέ, φησίν, ὡς ἡ ἡμέρα αὕτη, 1b ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον κυρίου, 1c καὶ ὁ διάβολος ἐν μέσῳ αὐτῶν ἦλθε 1d παραστῆναι ἔναντι κυρίου. τί καθ' ἑκάστην ἡμέραν παρισταμένους αὐτοὺς εἰσάγει; ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ' ἑκάστην ἡμέραν γινομένων καὶ καθ' ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν. εἰ τοῦτο γὰρ γεγένηνται, τοῦτο ἔργον αὐτῶν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν· ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. καὶ ὁ διάβολος, φησίν, ἐν μέσῳ αὐτῶν. ὁρᾷς, ἐπὶ τίνι μὲν ἐκεῖνοι παρίστανται, ἐπὶ τίνι δὲ οὗτος; <ἐκεῖνοι ὥστε λειτουργεῖν,> οὗτος ὥστε πειράζειν· ἐκεῖνοι μὲν ὥστε οἰκονομεῖν τὰ ἡμέτερα, οὗτος δὲ ὥστε διαστρέφειν τὰ ἡμέτερα.