Ancient Greek
Pg 37
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 37
Not analysed yet
τί οὖν πάλιν ὁ θεός; 2,6a εἶπε δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδού, παραδίδωμί σοι αὐτόν, 6b μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον. τουτέστιν· «μὴ αὐτὸν ἀνέλῃς·» —ὥστε ἔξεστιν αὐτῷ, εἰ λάβοι συγχώρησιν—»ἐὰν ἀνέλῃς, οὐκέτι ἡμῖν τὸ θέατρον συγκεκρότηται.» ὥστε ἀνελεῖν μὲν δύναται ἄνθρωπον, κακὸν δὲ ποιῆσαι οὐ δύναται. ὁρᾷς; ἐντεῦθεν μανθάνομεν, ὅτι τοῖς ἀγαθοῖς ὁ διάβολος βασκαίνει, ὅτι καὶ βασκαίνων οὐ πρότερον αὐτοῖς ἐπιτίθεται, ἕως ἂν ὁ θεὸς συγχωρήσῃ. συγχωρεῖ δὲ ὁ θεὸς πολλάκις οὐ πάντα, ἀλλὰ ἐνίοτε ἐπὶ χρημάτων, ἐνίοτε ἐπὶ σωμάτων. τὸ γὰρ ἐκ δευτέρου λαβεῖν τὴν ἐξουσίαν τοῦτο αἰνίττεται. ἐκ τούτου μανθάνομεν, ὅτι ὅσα δύναται κατὰ συγχώρησιν δύναται, ὅτι κἂν ἡττηθῇ οὐκ ἀφίσταται, ἀλλ' ἀεὶ ἐπιχειρεῖ τοῖς μείζοσιν. τοῦ δὲ θεοῦ ἐστι τὸ ἐνδοῦναι ἢ μὴ ἐνδοῦναι. διὰ τί γὰρ μὴ εἶπεν· «μόνον τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ», ἀλλά· μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον; εἰς μέγαν αὐτὸν φόβον περιέστησεν. «μή μοι εἴπῃς, ὅτι "οὐχ ἡψάμην", ἀλλ' ἑτέρως ἀνεῖλες, τὴν σωτηρίαν τῆς ψυχῆς αὐτοῦ παρὰ σοῦ ζητῶ.» μεῖζόν ἐστι τὸ διατήρησον τοῦ "μὴ ἅψῃ". ἐνταῦθα φοβεῖ τὸν ἐχθρόν, ὥστε ἐκ πολλῆς τῆς περιουσίας μὴ ἅψασθαι τῆς ψυχῆς αὐτοῦ. ἐπειδὴ γὰρ εἰκὸς ἦν τοιαύτην νόσον αὐτῷ ἐπιβαλεῖν ὥστε ἀποκτεῖναι τὸ σῶμα καὶ εἶχεν εἰπεῖν, ὅτι «τῆς ψυχῆς αὐτοῦ οὐχ ἡψάμην», διὰ τοῦτό φησιν· διατήρησον. «οὐ τοῦτο λέγω μόνον, ὅπως μὴ ἅψῃ, ἀλλὰ καὶ διατήρησον, μή τι πάθῃ, κατὰ τὸν τῆς ζωῆς λέγω λόγον.»