Ancient Greek
Pg 38
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 38
Not analysed yet
2,7a ἐξῆλθε δὲ ὁ διάβολος παρὰ κυρίου 7b καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονήρῳ ἀπὸ ποδῶν ἕως κεφαλῆς. πάλιν ἐξέρχεται ἀπὸ τοῦ θεοῦ, ὅταν πράττῃ τὰ ἑαυτοῦ λαβὼν ἐξουσίαν. καὶ ὅρα, οὐκ ἀναβάλλεται, ἀλλ' εὐθέως ἐπιτίθεται. ἐντεῦθεν μανθάνομεν, ὅτι κατὰ συγχώρησιν γίνεται, ἅπερ ὁ θεὸς ἐπιτρέπει τῷ διαβόλῳ, ὅτι ἐκεῖνος αἰτεῖ καὶ ἐπιτρέχει τοῖς πειρασμοῖς οὐ κελευόμενος, ἀλλ' ἐπιθυμῶν καὶ αἰτῶν τὸν θεόν. ὁρᾷς, ὅτι ὁ θεὸς οὐ πειράζει οὐδένα; ἀλλ' ὅταν ἐκεῖνος ἐπιπηδήσῃ, συγχωρεῖ τὰ μέν, τὰ δὲ οὔ. εἰ δὲ λέγοι τις ἐπὶ τῶν καταπιπτόντων, τίνος ἕνεκεν συγχωρεῖ· ἵνα ἐλεγχθῶσι πολλάκις σχηματιζόμενοι καὶ ὑποκρινόμενοι οἷον ἐπὶ τοῦ Ἰούδα. συνεχώρησεν αὐτῷ ἐπιπηδῆσαι, ἵνα ἐλέγξῃ αὐτοῦ τὴν κακίαν· ἐπὶ δὲ τοῦ Σίμωνος οὐκέτι, ἀλλ' ἐβοήθησεν. ὥστε καὶ συγχωρεῖ καὶ οὐ συγχωρεῖ. συγχωρεῖ μὲν ἐπὶ τῷ πεσεῖν καὶ ἐλεγχθῆναι καὶ συγχωρεῖ πάλιν ἐπὶ τῷ δοκιμασθῆναι, καὶ οὐ συγχωρεῖ ἐπὶ τῷ μὴ καταπεσεῖν. διὸ καὶ κελευόμεθα εὔχεσθαι· μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ὃν οὐ δυνάμεθα φέρειν. ὅρα, πότε τὰ τῆς νόσου καὶ τῆς ἀρρωστίας αὐτῷ συνέβη, ὅτε τῶν θεραπευόντων ἐγένετο γυμνός. ἡ γὰρ πενία χαλεπὸν μὲν καὶ ἐν ὑγείᾳ, ὅταν δὲ καὶ ἀρρωστία προσῇ καὶ ἀρρωστία πολλῶν δεομένη τῶν θεραπευσόντων, ἀφορητότερον γίνεται τὸ δεινόν. ὅρα θυμὸν διαβολικόν· οὐδενὸς ἐφείσατο μέρους, διέφθειρεν αὐτῷ τὴν σάρκα. ὢ ἀθλητοῦ γενναίου καὶ ἥρωος ἐν τῷ σώματι πυκτεύοντος τῷ δαίμονι τῷ πονηρῷ, ὥσπερ ἂν εἴ τις τὰ ὅπλα ἅπαντα ἀφαιρεθεὶς γυμνῇ τῇ χειρὶ ἀναγκάζοιτο τύπτειν τοῦ ἀνταγωνιστοῦ τὴν κεφαλὴν ἢ πληττόμενος μόνον νικᾶν. δεσμεῖ δὲ αὐτῷ