Ancient Greek
Pg 40
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 40
Not analysed yet
ἰδεῖν γὰρ αὐτὸς ἑαυτὸν πῶς ἔφερεν; ἀπελήλατο τῆς πόλεως— πόσον τὸ ὄνειδος—καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο. 2,8b καὶ γὰρ αὐτός, φησίν, ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. τίνος ἕνεκεν; οὐκ ἠνέσχοντο οἱ πολῖται θέαμα δεινὸν καὶ ἐλεεινόν, τέρας τι καὶ παράδοξον ἰδεῖν. εἶδες συμφορὰν ἐσχάτην; εἶδες τὸν ἀδάμαντα; εἶδες τὸν σιδηροῦν ἄνθρωπον; τίνος ἕνεκεν οὐκ ἐν οἰκίσκῳ καθεῖρξεν ἑαυτόν, ἀλλ' αἴθριος ἦν τοῖς ἁπάντων προκείμενος ὀφθαλμοῖς; ἐμοὶ δοκεῖ ὥστε ἐλεεινότερος γενέσθαι. ἐπὶ τούτῳ εἰπεῖν ἦν· ὅσῳ ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. ὅσοι μέγα φρονοῦσιν ἐπὶ σώματος ὥρᾳ, ἀναλογιζέσθωσαν αὐτοῦ τὴν φύσιν. ἰχὼρ ἦν καὶ σκωλήκων τροφὴ καὶ τράπεζα. εἴ τινες ἐπὶ δυσωδίᾳ καὶ κολοβώσει καταδύονται, τὸν ἥρωα τοῦτον λογιζέσθωσαν. τί τούτου δυσωδέστερον; τί δὲ εἰδεχθέστερον; τί δὲ μᾶλλον βδελυκτόν; ἀλλ' οὐδὲν ἦν τῆς ψυχῆς αὐτοῦ εὐωδέστερον. ἐσήπετο τοῦ σώματος ἡ φύσις, ἡ δὲ ψυχὴ διέμεινεν ἄφθορος. τίνος δὲ ἕνεκεν ἐπὶ κοπρίας ἐκάθητο; ὥστε τὰ καταπίπτοντα συγκαλύψαι τῇ θημωνίᾳ. τίνος δὲ ἕνεκεν αἴθριος; ὥστε εἶναί τινα παραμυθίαν αὐτῷ· εἰ γὰρ ἐν οἰκίσκῳ κατέκλεισεν ἑαυτόν, καὶ αὐτὸν τὸν ἀέρα τοῦ οἴκου βραχὺν ὄντα διέφθειρε καὶ ἀπέπνιξεν ἂν ἑαυτὸν τῇ δυσωδίᾳ. βέλτιον οὖν ἐνόμισεν εἶναι τὴν ἀπὸ τῆς αἰθρίας ταλαιπωρίαν φέρειν ἢ στέγῃ καλυπτόμενος τὰς ταλαιπωρίας ὑπομένειν τὰς ἀπὸ τοῦ διαφθειρομένου ἀέρος. ἄλλως δὲ ἐμοὶ δοκεῖ, ὅτι οὐδὲν ἔπασχεν ἀνθρώπινον, οἷον ἂν εἰ {τις} ἔγνω θεοῦ παιδείαν τὸ πρᾶγμα οὖσαν· οὐκ ἐπῃσχύνετο οὐδὲ ἠρυθρία, ἀλλὰ πᾶσιν ἑαυτὸν ἐξεπόμπευεν. 2,9a χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπε τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ· 9b μέχρι τίνος καρτερήσεις λέγων· 9Aa ἰδοὺ