Ancient Greek
Pg 39
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 39
Not analysed yet
τὰς χεῖρας ἐκλύειν τὸν ἀντίπαλον μέλλων. «ἰδού», φησίν, «παραδίδωμί σοι αὐτὸν ἐν τῇ χειρί σου.» οὐκ εἶπεν· «ἐξ ἐναντίας μάχεσθε», ἀλλά· «δεσμεύσας αὐτὸν παραδίδωμι, καὶ οὐδὲ οὕτω περιέσῃ.» ὅρα, πόση τῶν τοῦ θεοῦ δούλων ἡ δύναμις, καὶ πόση τοῦ διαβόλου ἡ ἀσθένεια. οὐδὲ κατεχομένων περιγίνεται τῶν δικαίων. ἴσως οὐ δοκεῖ σοι πόνηρον εἶναι τὸ πάθος, ἐπειδὴ ἕλκος ἤκουσας, ἀλλ' ἄκουε τὴν ἐπαγωγήν· 2,8a καὶ ἔλαβεν Ἰὼβ ὄστρακον, ἵνα ἀποξέσῃ τὸν ἰχῶρα αὐτοῦ. πῶς ἄν τις ἐφίκοιτο τῷ λόγῳ τῆς συμφορᾶς ἐκείνης; τί λέγω; οὐδὲ ὄψις αὐτὴν παραστῆσαι δυνήσεται, διὰ μόνης δὲ τῆς πείρας ἔστιν αὐτὴν εἰδέναι καλῶς. τίνος ἕνεκεν αὐτὸς ἔξεεν; ἔρημος ἦν, γυμνὸς τῶν θεραπευσόντων· ἦν γὰρ καὶ τοῦτο διαβολικῆς ἐνεργείας βδελυκτὸν αὐτὸν πᾶσι καταστῆσαι καὶ μισητόν. τοὺς γὰρ μάλιστα ἀντέχεσθαι μέλλοντας τῆς συμφορᾶς προανήρπασεν, τὴν δὲ παραμυθίαν τὴν ὑπολειπομένην—τὴν γυναῖκα λέγω—οὐ μόνον οὐκ εἴασεν, ἀλλὰ καὶ ὥπλισε κατ' αὐτοῦ. τίνος δὲ ἕνεκεν οὐχὶ χερσὶν οὐδὲ δακτύλοις ἀπέξεεν; ὥστε μὴ τὴν θεραπείαν μείζονα γενέσθαι ἀηδίας ὑπόθεσιν. ὁ δὲ αὐτὸς ἑαυτὸν θεραπεῦσαι οὐκ ἀνεχόμενος πῶς ἂν ἑτέρων ἔτυχεν; αὐτὸς ἑαυτοῦ δήμιος ἦν, οὐ διορύττων τὰς πλευράς, ἀλλὰ τὴν πηγάζουσαν σηπεδόνα περικόπτων. εἰ γὰρ καὶ τοὺς θεραπεύοντας εἶχεν, οὐκ ἐλεεινὸν τοῦτο; νῦν δὲ αὐτὸς ἑαυτὸν ἐθεράπευεν. κοινὸν προύκειτο θέατρον πᾶσι τοῖς ὁρῶσιν. ἀπεδύσατο ὁ ἀθλητὴς καὶ ἐπάλαιεν. τίνος ἂν εἴημεν ἡμεῖς ἄξιοι μηδὲ ἀκοῦσαι ταῦτα ἀνεχόμενοι; πόσης ταῦτα τιμωρίας οὐ χαλεπώτερα; ἕκαστος ἀναλαβέτω τῇ πείρᾳ τὸ πρᾶγμα, μὴ τῇ τῶν λόγων διηγήσει προσεχέτω μόνον. κατὰ μικρὸν ἑαυτὸν ἑώρα ἀναλούμενον αἰσχρῶς καὶ βδελυκτῶς·