Ancient Greek
Pg 49
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 49
Not analysed yet
ἀλλ' ἢ τὴν ἑαυτοῦ πρότερον εὐπραγίαν ἐν τούτοις ἀνετυποῦτο ἑαυτὸν ἐννοῶν, ἐν τίσιν ἦν. καὶ τὸ δὴ δεινὸν τὸ πανταχοῦ περιενεχθῆναι τὴν συμφοράν. εἰ γὰρ οὗτοι τοσοῦτον ἀπέχοντες ἤκουσαν, πολλῷ μᾶλλον οἱ πλησίον ὄντες. μάλιστα δὲ αὐτὸν ἐλύπει οὐ τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ τὸ δοκεῖν ὡς ἀσεβῆ καὶ παράνομον ταῦτα πάσχειν τὰ κακά, ὡς ἐχθρὸν τοῦ θεοῦ καὶ πολέμιον, ὡς ἐν ὑποκρίσει τὸν ἔμπροσθεν ζήσαντα χρόνον. οὐκ ἔμελεν αὐτῷ τοῦ σώματος διαφθειρομένου, ἀλλὰ τῆς δόξης καταβαλλομένης, οὐχ ὅτι φιλότιμος ὁ ἄνθρωπος ἦν οὐδὲ ὅτι πρὸς τὴν τῶν πολλῶν ἔζη δόξαν, ἀλλ' ὅτι πολλοὺς ἐπὶ τούτοις σκανδαλιζομένους ἑώρα. οὕτω καὶ Μωυσῆς ὑπὲρ τῆς δόξης ἔδεισε τοῦ θεοῦ καὶ Παῦλος δὲ ὁμοίως. ἄκουε γάρ, τί φησιν ὁ Μωυσῆς· μήποτε εἴπωσιν, φησίν, ὅτι ἐξήγαγες αὐτοὺς ἐξ Αἰγύπτου ἐν πονηρίᾳ ἀπολέσαι ἐνταῦθα. τί γὰρ ἐνενόει; ὅτι εἰ οἱ πολλὰ καλὰ παρ' αὐτοῦ παθόντες, οἷς πενίαν ἔλυσε καὶ χηρείαν συνδιήνεγκε καὶ ὀρφανίαν κουφοτέραν ἐποίησεν, οἷς ἐγένετο λιμὴν καὶ καταγώγιον, τοῦτον ἀκούουσι χειμαζόμενον καὶ οὐδεμιᾶς τυγχάνοντα παραμυθίας, πόσαις εἰκὸς αὐτοὺς τρικυμίαις βάλλεσθαι λογισμῶν, ὥστε τὰ τούτου δεινὰ τοὺς ἑτέρων ἐχείμαζε λογισμούς. καὶ ὅτι ταῦτα ἔστιν, ἀναμείνωμεν καὶ ἐκ τῶν ἔμπροσθεν εἰσόμεθα. καὶ παρεγένοντο, φησίν, ὁμοθυμαδὸν πρὸς αὐτὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. ἀλλ' οὐχὶ τοῦτο ἐποίησαν, ἀλλὰ τοὐναντίον. φιλικὴ μὲν ἡ παρουσία, οὐ φιλικὴ δὲ ἡ παραίνεσις καὶ ἡ συμβουλή. 2,12a ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, 12b καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ἔκαστος 12c ῥήξαντες τὴν ἑαυτοῦ στολὴν 12d καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν. 2,13a παρεκαθέζοντο αὐτῷ εἰς γῆν ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, 13b καὶ οὐδεὶς αὐτῶν ἐλά-