Ancient Greek · ~6 min
Pg 50
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 50
Not analysed yet
λησε πρὸς αὐτόν· 13c ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα. ταῦτα πάντα καλὰ καὶ φίλων ἄξια καὶ συμπαθούντων τεκμήρια, ἀλλὰ τὰ μετὰ ταῦτα οὐκέτι τοιαῦτα, ἀλλὰ πολλῷ τούτων ἐναντία καὶ ἀποδέοντα. καὶ ὅρα, τί γίνεται· ἵνα μὴ δόξωσιν ὡς ἐχθροὶ καὶ βλάσφημοι λέγειν τὰ μετὰ ταῦτα, προλαβόντες τοῖς γεγενημένοις ἀνεῖλον τὴν ὑποψίαν ὥστε τὸν δικάζοντα τοῖς λεγομένοις μὴ παρακρουσθῆναι τῇ τῶν ἐχθρῶν ὑποψίᾳ. καὶ οὐδεὶς αὐτῶν, φησίν, ἐλάλησε πρὸς αὐτὸν λόγον. ὅρα μεῖζον τῆς ἀπὸ τοῦ λόγου παραμυθίας τὸ δεινόν. καὶ τοῦτο συνετῶς ἐποίησαν τοῖς πράγμασιν αὐτὸν παρακαλοῦντες, τῇ προσεδρείᾳ, τῷ διαρρῆξαι τὰ ἱμάτια. 3,1a καὶ μετὰ ταῦτα ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ 1b καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ. 3,2 καὶ ἀπεκρίθη Ἰὼβ λέγων· 3,3a ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ, 3b καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰδοὺ ἄρσεν. ὅτι δεινὰ τὰ συμβεβηκότα, διὰ τῆς σιγῆς ἐμαρτύρουν αὐτοί. οὐκ ἂν ἐτόλμησαν παραμυθήσασθαι, εἰ μὴ πρότερος αὐτὸς ἀρχὴν ἔδωκεν. τί δὴ τοῦτό ἐστιν· ἀπόλοιτο, φησίν, ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ; τοῦτο καὶ ὁ Ἐκκλησιαστής φησιν· ἐπῄνεσα τοὺς ἀποθανόντας, τοὺς ἤδη τεθνηκότας <ὑπὲρ τοὺς ζῶντας>. ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους, ὅστις οὔπω ἐγένετο. ταῦτα δὲ τὰ ῥήματα μὴ ἁπλῶς ἐξετάζωμεν, ἀλλ' ἐκ ποίας λέγεται διανοίας ἴδωμεν, ἀθυμούσης καὶ θορυβουμένης, ἐπεὶ καὶ Δαυίδ φησιν· ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, ἀλλ' ἐν τῇ ἐκστάσει εἶπεν. καὶ ἑτέρωθί φησιν· ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. οὕτω καὶ οὗτος