Ancient Greek · ~6 min
Pg 61
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 61
Not analysed yet
πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; τουτέστιν· «ὁ σκοπός, μεθ' οὗ ταῦτα ἐποίεις· ἢ ὅτι οὐδὲ ἐποίησας, ἢ ὅτι ὁ βίος σου πονηρίας γέμει, ἢ ὅτι οὐ μετὰ ὀρθῆς διανοίας ἐφόβου τὸν θεόν, ἀλλὰ ῥήματα ταῦτα ἦν. καὶ ἡ ἐλπίς σου ἐν ἀφροσύνῃ ἦν, ἔγεμεν ἀνοίας», φησίν. διὰ τί; ποία ἀνάγκη; οὐ γὰρ ἔνι πολλάκις ἑτέροις βοηθήσαντα αὐτὸν εἶναι ἐν συμφοραῖς; «οὔ», φησίν. εἶτα καὶ μάταιον πλέκει συλλογισμόν· ἐπειδὴ γὰρ ἔλεγεν· φόβος, ὃν ἐφοβούμην, ἦλθέ μοι, «οὗτος», φησίν, «ὁ φόβος ἐν ἀφροσύνῃ ἦν, καὶ ἡ ἐλπίς σου ἀπὸ τῆς κακίας τῆς καρδίας σου ἦν. εἰ γὰρ ἐν ἀληθινοῖς πράγμασιν ἦς καὶ βίου καθαροῦ, οὐκ ἂν ταῦτα προσεδόκησας, ὥστε αὐτὸς σεαυτὸν ἤλεγξας, ὅτι βίου ἀκαθάρτου ἦς καὶ πονηροῦ. ἀνόητον γάρ», φησίν, «ἀγαθὸν ὄντα καὶ χρηστὸν τοιαῦτα φοβεῖσθαι καὶ τοιαῦτα ἐλπίζειν. εἰ γὰρ ἐν τῷ τὰς ἑτέρων διορθοῦν συμφορὰς τὸν βίον ἀνάλωσας, πῶς λέγεις, ὅτι φόβος, ὃν ἐφοβούμην, ἦλθέ μοι; ἀλλ' ἡ κακία τῆς ὁδοῦ σου τοιαῦτά σε ἐποίει προσδοκᾶν.» ὅρα, πῶς ἀγωνίζεται καὶ φιλονεικεῖ καὶ πάντα κινεῖ δεικνὺς αὐτὸν ἀπὸ πονηρίας ταῦτα παθόντα. 4,7a μνήσθητι οὖν, φησίν,— οὐκ εἶπεν· «βλέπε», ἀλλὰ μνήσθητι— 4,7a τίς καθαρὸς ὢν ἀπώλετο. τουτέστιν· «ἀναλόγισαι πάντα τὸν ἔμπροσθεν χρόνον, οὕτω σαφές ἐστι τοῦτο καὶ δῆλον.» εἶτα, ἐπειδὴ ὁ λόγος εὐχείρωτος ἦν, ἐπάγει τὸ δεύτερον δοκοῦν ἀναμφισβήτητον εἶναι·