Ancient Greek
Pg 62
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 62
Not analysed yet
4,7b ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. πλήττει αὐτὸν διὰ τῆς τῶν παίδων συμφορᾶς· «ἔστω γάρ, ἔχεις εἰπεῖν, ὅτι ἔπαθόν τι δεινὸν ἕτεροι, ἀλλ' οὐ μέχρι τῶν ἐκγόνων ἦλθεν αὐτοῖς τὰ δεινὰ οὐδὲ μέχρι τῆς ῥίζης αὐτῆς ἀνετράπησαν.» ἐπειδὴ γὰρ ὁ πρῶτος λόγος ἠλέγχετο, τὸν δεύτερον ἐπήγαγε δοκοῦντα ἰσχυρὸν εἶναι καὶ τῆς συμφορᾶς αὐτὸν ἀναμιμνῄσκοντα τῆς οἰκείας. 4,8a καθ' ὃν τρόπον εἶδον, φησίν, τοὺς ἀροτριῶντας τὰ ἄτοπα. τουτέστιν· αὕτη ἡ συμφορὰ ἐκείνων ἐστὶ τῶν ἐργασαμένων τὴν ἀδικίαν. «τίς ἀπώλετο», φησίν, «οὕτως, ὡς ἐκείνους ὁρῶμεν ἀπολλυμένους;» ἢ τίς ἀπώλετο καθαρός, ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα; 4,8b οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. καλῶς σπόρον καὶ ἄροσιν εἶπεν. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐκ εὐθέως ἀπώλοντο;» ,«οὐδὲ ὁ σπόρος εὐθέως ἀποδώσει», φησίν. 4,9a ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, 9b ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. ὅρα καὶ ἕτερον δεινόν· «μὴ νομίσῃς», φησίν, «δαιμόνων εἶναι πονηρῶν μηδὲ ἀνθρώπων ἐπιβούλων τὰ συμβεβηκότα· ὁ θεός ἐστιν ὁ κολάζων. οὐκοῦν ἀναμφισβήτητον δικαίαν εἶναι τὴν κόλασιν.» 4,10a σθένος λέοντος, φωνὴ δὲ λεαίνης, 10b γαυρίαμα δὲ δρακόντων ἐσβέσθη; ὅρα, τί φησιν· «ὥσπερ τὰ κατὰ φύσιν πράγματα οὐκ ἂν ἑτέρως γένοιτο, ἀλλ' ἢ ὡς κατὰ φύσιν τέτακται, οὕτω», φησίν, «καὶ ἐνταῦθα, οἷον δὴ τὸ τοὺς μὲν πονηροὺς ἀπολέσθαι, τοὺς δὲ ἀγαθοὺς ἐν εὐθηνίᾳ εἶναι. μὴ εἶδες», φησίν, «τὸν δρόμον τῆς φύσεως διακοπέν-