Ancient Greek
Pg 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 8
Not analysed yet
ποῦ ἀπέστελλεν; πῶς δὲ ἐκαθέριζεν; τίς δὲ τῆς καθάρσεως ὁ τρόπος; τίνος δὲ ἕνεκεν ἐκαθέριζεν; ἀκάθαρτον δὲ ἐν τῷ συμποσίῳ ἦν; τί ἐστι τὸ λεγόμενον; ἄκουε τῶν ἑξῆς καὶ μάνθανε, τί ἐστι τὸ ἐκαθέριζεν· οὐκ ἀπὸ σωματικοῦ τινος ῥύπου—οὔπω γὰρ οὗτος ἦν ὁ νόμος—, ἀλλ' ἀπὸ διανοίας. ἵνα γὰρ μηδὲν ὑποπτεύσῃς πονηρόν, ἄκουσον, τί φησιν· 1,5b καὶ ἀνιστάμενος τὸ πρωὶ 5c προσέφερε θυσίας περὶ αὐτῶν κατὰ τὸν ἀριθμὸν αὐτῶν 5d καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν. 5e ἔλεγε γὰρ Ἰώβ· μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. τουτέστιν· ἐκαθέριζεν. ὑπὲρ τῶν ἀδήλων καὶ οὐχ ὡμολογημένων τὰς θυσίας προσέφερεν. ὁ δὲ τῶν ἀδήλων καὶ τῶν κατὰ διάνοιαν τοσαύτην πρόνοιαν ποιούμενος οἷος ἦν ἐν τοῖς φανεροῖς, ἐννόησον· ὅρα δέ μοι, τὸ ἀποστολικὸν πῶς ἐπλήρου εὐθέως τὸ λέγον· οἱ πατέρες, ἐκτρέφετε ὑμῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. τοῦτο ἐπιμέλεια παίδων, τοῦτο προστασία γεγεννηκότων. ἐννόησον, οἵους αὐτοὺς ἀπειργάζετο. μάλιστα μὲν οὖν αὐτῶν τὴν ἀρετὴν ἐνέφηνεν εἰπὼν τὴν πολλὴν ὁμόνοιαν, ἔπειτα δὲ καὶ ἀπὸ τῆς προστασίας τοῦ πατρός. μήποτε, φησίν, ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. οὐχ ὅτι τοιοῦτοί εἰσιν, ἀλλ' ὅτι ἄνθρωποί εἰσιν. ἆρα αὐτὸς οὐδέποτε τοιοῦτον οὐδὲν ἐνενόησεν; μέγα ἄρα πρᾶγμα τὸ καὶ τὰ ἄδηλα δεδοικέναι.