Ancient Greek
Pg 86
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 86
Not analysed yet
οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, φησίν, ἵνα μακροθυμήσω. ὁρᾷς, πῶς καὶ ταύτην ἀφῄρητο τὴν ἐλπίδα; τίς γάρ μού ἐστιν ὁ χρόνος, φησίν, ὅτι ἀνέχομαι; ὁρᾷς, πῶς τοῦτο μάλιστα πάντων αὐτὸν ἐθορύβει τὸ μηδὲ προσδοκᾶν τινα μεταβολήν, εἴ γε καὶ γένοιτο βραχεῖαν ἔσεσθαι; οὐ γὰρ εἰς τὸν αἰῶνα, φησίν, ζήσομαι· ὥστε εἰ ᾔδει τοῦτο, ἐμακροθύμησεν ἄν. ἀπόστα, φησίν, ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. δοκεῖ τοῦτο βαρὺ εἶναι, ἀλλ' ἐξετάσωμεν αὐτό. τί γάρ ἐστιν; ὅπερ καὶ ὁ Δαυίδ φησιν· ἀπόστησον ἀπ' ἐμοῦ τὴν μάστιγά σου. «κενὸς γάρ μου», φησίν, «ὁ βίος. ἀρκεῖ καὶ αὐτὸς εἰς τιμωρίαν ἐμοί. μὴ γάρ εἰμί τι», φησίν, «ἵνα ταῦτα πάσχω; σκιᾷ καὶ ὀνείρατι τὰ ἡμέτερα ἔοικεν.» 7,17a τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν 17b ἢ ὅτι προσέχεις τὸν νοῦν ἐπ' αὐτῷ; καὶ αὐτὸ τοῦτο τοῦ μεγαλῦναι τεκμήριον τίθεται· ὅλως ἄξιος γάρ ἐστι τοῦ κολάζεσθαι ἢ τοῦ κἂν ἐν διανοίᾳ εἶναι. τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; τοῦτο γὰρ αὐτὸ τὸ δίκας ἀπαιτεῖν καὶ τιμωρίας ὡς ὄντος τι τοῦ ἀνθρώπου τεκμήριόν ἐστιν. 7,18a καὶ ἐπισκοπὴν αὐτοῦ, φησίν, ποιῇ τὸ πρωί. τουτέστιν· «ἀντιλαμβάνῃ αὐτοῦ.» 7,18b καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις. «πολλάκις δὲ ἀντιλαμβάνῃ.» ὅρα μεμιγμένα τὰ ῥήματα, τὰ μὲν ἐπιεικείας, τὰ δὲ ὀδύνης. ἐμοὶ δοκεῖ κατὰ τὴν ἐπίτασιν τῶν ἀλγηδόνων ταῦτα λέγεσθαι. τί ἐστιν· εἰς ἀνάπαυσιν; τουτέστιν· «ἀποθανεῖν κελεύεις καὶ ἀναπαύεσθαι», ἐμοὶ δοκεῖ.