Ancient Greek
Pg 87
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 87
Not analysed yet
7,19a ἕως τίνος, φησίν, οὐκ ἐᾷς με 19b οὐδὲ προΐῃ με; καθάπερ ὁ Δαυὶδ ἔλεγεν· ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; 7,19b ἕως ἄν, φησίν, καταπίω ἐν ὀδύνῃ τὸν πτύελόν μου; τουτέστιν· «ἕως ἂν ἀποξηρανθῶ εἰς τέλος καὶ ζῶν ἀποθάνω.» 7,20a εἰ ἐγὼ ἥμαρτον, φησίν, τί δύναμαί σοι πρᾶξαι; τουτέστιν· «τί ὀφείλω ποιῆσαι λοιπόν; παρῆλθεν ἡ ἁμαρτία.» ὅρα, πῶς ἑαυτὸν διέθηκεν, ὅτι καὶ ὑπὲρ ἁμαρτημάτων τίνει δίκας ὁ μαρτυρηθεὶς παρὰ τοῦ θεοῦ δίκαιος, ἄμεμπτος. τί ἐστιν· τί δύναμαί σοι πρᾶξαι; «τί με δεῖ ποιῆσαι νῦν ὥστε μὴ εἶναι τὴν ἁμαρτίαν ἁμαρτίαν, ὥστε ἐξιλεώσασθαι καὶ καταλλάξαι;» 7,20b ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεντευκτήν σου; οὐχ ὡς αὐτοῦ κατεντυγχάνοντος, ἄπαγε, ἀλλ' ὡς τῶν εἰς αὐτὸν συμβαινόντων πολλὴν τῷ θεῷ τικτόντων κατηγορίαν. διὰ τοῦτό φησιν· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. «κἂν μὴ λέγωσιν, οἶδας αὐτῶν τὰ ἀπόρρητα, ὅτι κατὰ διάνοιαν ἐνθυμοῦνται· "οὗτος ὁ τοιοῦτος τοιαῦτα πέπονθεν".» ταῦτα δὲ οὐχὶ δικαιοῦντός ἐστιν ἑαυτόν· οὐ γὰρ δὴ εἶπεν, ὅτι «δίκαιός εἰμι», ἀλλ' ὅτι «δόξαν εἶχον περὶ ἐμοῦ χρηστήν, καὶ νῦν κατενέτυχόν σοι δι' ὧν πάσχω». 7,20d εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; βάρος ῥημάτων φησὶ καὶ βλασφημίας. 7,21a καὶ διὰ τί οὐ λήθην ἐποιήσω τῆς ἁμαρτίας μου; ὁρᾷς, πῶς ὁ δίκαιος λέγει ἡμαρτηκέναι; 7,21b καὶ καθαρισμὸν τῆς ἀνομίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, 21c ὀρθρίζων δὲ οὐκέτι εἰμί.