Ancient Greek
Pg 89
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 89
Not analysed yet
μου; καὶ λέγει, ὅτι ὁ βίος τοῦ ἀνθρώπου τοιοῦτος ἅπας ἐστὶν πειρατήριον ἐπὶ τῆς γῆς. μὴ ὁ κύριος, φησίν, ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ὅρα, τί φησιν· ὅτι ἕπεται τῷ δημιουργῷ τὸ δίκαιον. ἀλλ' ὅμως, εἰ καὶ μηδὲν πρὸς τὸν Ἰὼβ τὰ λεγόμενα, ἴδωμεν, τί φησιν. «οὐχ ὁρᾷς, πόση δικαιοσύνη», φησίν, «ἐν τῇ κτίσει, πόση εὐταξία, πῶς ἔννομα πάντα καὶ τεταγμένα; ὁ τοίνυν ἐν τοῖς ἄλλοις ἅπασι τὴν δικαιοσύνην, τὴν εὐταξίαν διατηρῶν ἐπὶ σοῦ διαταράξαι εἶχεν; ἄλλως δὲ διὰ τί πάντα ἐποίησεν; οὐχὶ διὰ σὲ τὸν ἄνθρωπον; εἶτα ὁ τοσαῦτα διὰ σὲ ποιήσας οὐδὲ τοῦ δικαίου σοι μετεδίδου, ὁ φιλανθρωπίᾳ σε ποιήσας καὶ τοσαῦτα διὰ σέ; εἰ ἀγαθότητι τὸν κόσμον ἐποίησεν, καὶ δύναμιν αὑτῷ μαρτυρεῖ. πολλάκις δὲ τὸ δίκαιον ταράττομεν δι' ἀδυναμίαν, ἀλλ' οὗτος», φησίν, «πάντα ἐποίησεν. ὁ οὕτω σοφός, οὕτω δυνατὸς ἄδικος ἔμελλεν ἔσεσθαι;» 8,4a εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, 4b ἀπέστειλεν ἐν χερσὶν αὐτῶν ἀνομίαν. «τί θρηνεῖς τὰ παιδία;» φησίν. καὶ μὴν οὐδαμοῦ τῶν παίδων ἐμνημόνευσεν οὐδὲ τῶν χρημάτων. ὅρα καὶ ἐνταῦθα φιλοσοφίαν· καίτοι τίς οὐκ ἂν ἐθρήνησεν, ἀλλ' οὐδαμοῦ ἐν τοῖς λόγοις ὁρᾷς αὐτὸν τοῦτο λέγοντα, ἀλλ' οὐ φέροντα τὰς ὀδύνας. οὗτοι δὲ τῆς συμφορᾶς ἀναμιμνῄσκουσι καὶ πικρῶς, οὐχ ὅτι ἐτελεύτησαν μόνον λέγοντες, ἀλλ' ὅτι καὶ δι' ἁμαρτίας. οὐ γὰρ ἤρκει ἑαυτῷ τοῦτο λέγειν μετὰ ταῦτα· «εἰκῇ καὶ περιττῶς αἱ θυσίαι αἱ τοσαῦται»; μήποτε, φησίν, ἐν τῇ διανοίᾳ αὐτῶν ἐνενόησάν τι κακὸν πρὸς τὸν θεόν. ὅρα, πῶς αὐτὸν ἔτηκεν τὸν οὕτω προνοοῦντα τῆς ἀρετῆς αὐτῶν τῆς κατὰ ψυχὴν ἡ τούτων τελευτή. πάλιν στοχασμός. δίκαιός ἐστιν ὁ θεός. μὴ γὰρ οὐκ ἔστι καὶ δίκαιον εἶναι καὶ μὴ ἁμαρτημάτων διδόναι τιμωρίαν, ἀλλὰ πειρά-