Ancient Greek
Pg 90
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 90
Not analysed yet
ζοντα καθάπερ ἐπὶ τούτου; μὴ γὰρ δι' ἁμαρτήματα μόνον εἰσὶν αἱ τιμωρίαι; 8,5 σὺ δὲ, φησίν, ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. δείκνυσιν, ὅτι ἐκεῖνοι χαλεπώτερα τούτου ἥμαρτον. καὶ ὅρα, πῶς αὐτῷ παραινοῦσι καὶ νουθετοῦσιν αὐτόν, ὃ καὶ αὐτὸ βαρύ. 8,6a εἰ καθαρὸς εἶ, φησίν, καὶ ἀληθινός, δεήσεως εἰσακούσεταί σου. εἰ καθαρός ἐστιν, τίνος ἕνεκεν ταῦτα ἔπασχεν; οὔκουν ἴστε, ὅτι καὶ καθαρὸν ὄντα ταῦτα πάσχειν ἔστιν; οὐ πάντως δὲ τοῦ καθαροῦ καὶ ἀληθινοῦ τῆς δεήσεως εἰσακούσεται· ἔστι γὰρ ὅτε καὶ ἀσύμφορα αἰτεῖ. ἐπειδὴ γὰρ ἔλεγεν· ὀλίγος μου ὁ χρόνος, φησίν· 8,7a ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, 7b τὰ δὲ ἔσχατά σου ἀμύθητα. τουτέστιν· «δύναταί σε ἐν μείζονι ποιῆσαι εὐπραγίᾳ τῆς προτέρας.» εἶτα τὰ φορτικὰ πάλιν· 8,8a ἐπερώτησον γενεὰν πρώτην, 8b ἐξιχνίασον δὲ κατὰ γένος πατέρων. 8,9a χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν· 9b σκιὰ γάρ ἐστιν ἡμῶν ὁ βίος ἐπὶ τῆς γῆς. 8,10a ἦ οὐχ οὗτοί σε διδάξουσι ῥήματα καὶ ἀναγγελοῦσί σοι σύνεσιν σοφίας 10b καὶ ἐκ καρδίας σε διδάξουσι ῥήματα; 8,11a μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, 11b ἢ ὑψωθήσεται βούτομον ἄνευ ποτοῦ 8,12a ἔτι ὂν ἐπὶ ῥίζης; καὶ οὐ μὴ θερισθῇ 12b πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη· ἐὰν δὲ μὴ πίῃ, ξηραίνεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ἐπειδὴ ἡμεῖς ὀλιγοχρόνιοί ἐσμεν, τοὺς γεγηρακότας ἐρωτήσωμεν, καὶ αὐτοὶ ἀπαγγελοῦσιν, ὅτι ὥσπερ ἀδύνατον ἄνευ νοτίδος χόρτον ἀνελθεῖν, οὕτως ἄνευ δικαιοσύνης διαμεῖναί τι· οὕτω», φησίν, «οὐδὲ οἱ ἀσεβεῖς διαμενοῦσιν.»