Ancient Greek
Sect 22
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 22
Not analysed yet
Ὅτι μὲν οὖν καὶ τὰ ἀρχαῖα ἃ ἀκοῇ ἴσμεν τῶν παρόντων καὶ ὁρωμένων οὐχ ἧττόν ἐστι πιστὰ πᾶς ὁστισοῦν μὴ παραπαίων καὶ ἐξεστηκὼς ὁμολογήσειεν ἄν· ἵνα δὲ καὶ ἐκ περιουσίας τὴν νίκην ἀρώμεθα βούλομαι καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς γενόμενόν τι παράδοξον εἰπεῖν. Ἀλλὰ μὴ θορυβηθῆτε εἰ θαῦμα ὑποσχόμενος ἐρεῖν ἐφ' ἡμῶν γεγονὸς εἶτα ἐκ παλαιᾶς ἱστορίας ἄρχομαι τοῦ διηγήματος ὑφαίνειν τὴν ἀρχήν. Οὔτε γὰρ μέχρις ἐκείνων στήσομαι μόνον οὔτε ἀλλότρια τῆς νέας ὑποθέσεως ἐρῶ τὰ παλαιά· ἀλλήλων γὰρ ἑκάτερα ἔχεται καὶ διαζευχθῆναι τὴν ἀκολουθίαν αὐτῶν οὐκ ἔνι. Εἴσεσθε δὲ καλῶς αὐτῶν τῶν πραγμάτων ἀκούσαντες.