Ancient Greek
Sect 23
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 23
Not analysed yet
Ἐγένετό τις βασιλεὺς ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, καὶ τὰ μὲν ἄλλα ὁποῖός τις ἦν οὗτος ὁ βασιλεὺς οὐκ ἔχω λέγειν, τὸ δὲ ἄγος ὅπερ ἐτόλμησεν ἀκούσαντες εἴσεσθε καὶ περὶ τῆς λοιπῆς τῶν τρόπων ὠμότητος. Τί οὖν τὸ ἄγος ἦν; Ἔδοξεν ἔθνει τινὶ τῶν ἐκείνῳ πολεμούντων τῷ βασιλεῖ καταλῦσαι τὸν πόλεμον καὶ μήτε ἑτέρους κόπτειν μήτε αὐτοὺς ὑπὸ ἑτέρων κόπτεσθαι τοῦ λοιποῦ, ἀλλὰ πραγμάτων μὲν ἀπηλλάχθαι καὶ κινδύνων καὶ φόβων στέργειν δὲ τοῖς ὑπάρχουσι καὶ μηδὲν πλέον τῶν ὄντων ἐπιζητεῖν· κρεῖττον γὰρ εἶναι μετὰ ἀφοβίας ἀπολαύειν μετρίων ἢ τοῦ πλείονος ἐφιεμένους δεδοικέναι καὶ τρέμειν ἀεὶ καὶ κατὰ αὐτούς τε ἑτέροις διδόντας καὶ παρ' ἑτέρων λαμβάνοντας ζῆν.