Ancient Greek
Sect 24
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 24
Not analysed yet
Δόξαν δὴ καταθέσθαι τὸν πόλεμον καὶ τὸν ἀπράγμονα βίον ζῆν ἔδοξεν ἰσχυρῷ τινι θεσμῷ καὶ ὅροις ἀσφαλέσι τοῦτο καταδῆσαι τὸ καλόν, καὶ ποιησάμενοι συνθήκας καὶ λαβόντες ὅρκους καὶ δόντες ἐκ περιουσίας ἐπεχείρουν πείθειν τὸν βασιλέα τὸν αὐτῶν τὸν υἱὸν τὸν αὐτοῦ—παιδίον δὲ ἦν κομιδῇ—τῆς εἰρήνης ἐνέχυρον καταθέντα ἀσφαλὲς, τοῖς τε πρότερον πολεμίοις οὖσι παρέχειν θαρρεῖν τῆς τε οἰκείας γνώμης μαρτύριον ἐξενεγκεῖν ὡς ἀδόλως τὴν εἰρήνην πεποιημένου πρὸς αὐτούς. Καὶ ταῦτα λέγοντες ἔπεισαν καὶ ἐξέδωκε τὸν υἱὸν ὁ βασιλεὺς ὡς μὲν αὐτὸς ᾤετο τοῖς φίλοις καὶ συμμάχοις, ὡς δὲ τὸ τέλος ἔδειξε τῷ πάντων ἀπηνεστάτῳ θηρίῳ. Λαβὼν γὰρ νόμῳ φιλίας καὶ συνθηκῶν τὸ παιδίον ἐκεῖνο τὸ βασιλικὸν πάντα ὁμοῦ κατεπάτησε καὶ ἀνέτρεψε τοὺς ὅρκους, τὰς συνθήκας, τὴν πρὸς ἀνθρώπους αἰδῶ, τὴν πρὸς τὸ θεῖον εὐλάβειαν, τὸν ἀπὸ τῆς ἡλικίας ἔλεον.