Ancient Greek
Sect 38
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 38
Not analysed yet
Εἰ δὲ δεῖ τι καὶ παράδοξον εἰπεῖν οὐχ οὕτω θαυμάζω τοῦ μακαρίου τὸ κατατολμῆσαι τῆς τοῦ κρατοῦντος μανίας ὡς τὸ συνιδεῖν μέχρι τίνος τοῦτο ποιῆσαι ἐχρῆν, καὶ μηδὲν περαιτέρω μήτε πρᾶξαι μήτε εἰπεῖν. Καὶ ὅτι τοῦτο ἐκείνου θαυμαστότερον πολλοὺς ἂν εὕροι τις τούτου μὲν περιγεγονότας ὑπ' ἐκείνου δὲ ἡττηθέντας. Τὸ μὲν γὰρ ἁπλῶς παρρησιάσασθαι καὶ τῶν τυχόντων πολλοῖς ἐστί, τὸ δὲ εἰς δέον καὶ καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρμοζούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Ἐπεὶ καὶ τὸν μακάριον Δαυὶδ μετὰ πολλῆς τῆς ἐξουσίας ὕβρισεν ὁ Σεμεῖ καὶ "ἄνδρα αἱμάτων" ἐκάλεσεν—ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο παρρησίαν ἔγωγε ἀλλὰ γλώττης ἀκολασίαν καὶ θρασύτητα διανοίας καὶ ἀναγωγίαν καὶ ἀπόνοιαν καὶ πάντα μᾶλλον ἢ παρρησίαν. Δεῖ γὰρ οἶμαι τὸν μέλλοντα εἶναι ἐλεγκτικὸν θρασύτητος μάλιστα καὶ ἀπονοίας ὡς πορρωτάτω τὴν ἑαυτοῦ ψυχὴν ἀπαγαγεῖν καὶ τὸ δραστήριον ἐν τῇ φύσει τῶν ῥημάτων καὶ τῶν πραγμάτων ἐπιδείκνυσθαι μόνον.