Ancient Greek · ~3 min
Sect 39
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 39
Not analysed yet
Καὶ γὰρ ἰατρῶν παῖδες ὅταν τέμνειν τὰ σεσηπότα δέῃ τῶν μελῶν ἢ τὰ φλεγμαίνοντα καταστέλλειν οὐκ ὀργῆς πρότερον γεμίσαντες ἑαυτοὺς οὕτως ἐπὶ τὴν ἰατρείαν ἔρχονται, ἀλλὰ τότε μάλιστα ἐν καταστάσει τῇ προσηκούσῃ σπουδάζουσι φυλάττειν τὸν λογισμὸν ὥστε μὴ τῇ τέχνῃ λυμήνασθαι τὴν ἐκείνου ταραχήν. Εἰ δὲ σῶμά τις θεραπεύειν μέλλων τοσαύτης δεῖται γαλήνης, τὸν ψυχὰς ἰατρεύοντα ποῦ τάξομεν, εἰπέ μοι, καὶ πόσην ἀπαιτήσομεν φιλοσοφίαν; Πολλῷ μείζονα δῆλον ὅτι καὶ τοσαύτην ὅσην ὁ ἀγαθὸς ἐκεῖνος ἐπεδείξατο μάρτυς. Καθάπερ γάρ τινας ὅρους καὶ κανόνας ἡμῖν τίθησιν ἵν' ἐξ ἐκείνων τὰ μέτρα καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τὴν ἀναλογίαν λαμβάνωμεν, οὕτω τὸν δείλαιον ἐκεῖνον ἀπὸ τῶν ἱερῶν περιβόλων ἀπώσατο.