Ancient Greek
Sect 43
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 43
Not analysed yet
Εἰ δὲ λέγοι τις ὅτι καὶ νῦν εἰσὶ πόλεις τὴν ἴσην δεισιδαιμονίαν ἐπιδεικνύμεναι περὶ τὴν τῶν εἰδώλων μανίαν, πρῶτον μὲν εὐαριθμήτους καὶ ὀλίγας ἐρεῖς—πλὴν ἀλλ' οὐδὲ οὕτω τὸν ἡμέτερον βλάψει λόγον. Ἡ γὰρ ὑπόθεσις ἡ αὐτὴ καὶ ἀντὶ τοῦ κρατοῦντος τοὺς τὴν πόλιν οἰκοῦντας ἔχουσι τὴν ἴσην αὐτοῖς παρεχομένους τιμήν. Καὶ τοῦτο αἴτιον τῆς θεραπείας· αἱ κραιπάλαι καὶ οἱ κῶμοι οἱ μεθ' ἡμέραν, οἱ διὰ πάσης νυκτός, οἱ αὐλοὶ καὶ τὰ τύμπανα, τὸ μετὰ πάσης ἀναισχυντίας αἰσχρὰ μὲν εἰπεῖν πρᾶξαι δὲ αἰσχρότερα· τὸ διαρραγῆναι μὲν ὑπὸ τῆς ἀδηφαγίας ἐκβακχευθῆναι δὲ ὑπὸ τῆς μέθης καὶ εἰς τὴν αἰσχίστην μανίαν ἐκπεσεῖν. Αὕται αἱ ἀσχήμονες δαπάναι συνέχουσιν ἔτι καὶ διακρατοῦσι διαπίπτουσαν τὴν πλάνην· οἱ γὰρ εὐπορώτεροι τοὺς διὰ τὴν ἀργίαν ὑπὸ τοῦ λιμοῦ φθειρομένους ἐκλέγοντες ἐν τάξει παρασίτων καὶ τῶν περὶ τὰς τραπέζας τρεφομένων ἔχουσι κυνῶν, τοῖς λειψάνοις τοῖς ἀπὸ τῶν παρανόμων δείπνων διασπῶντες τὰς γαστέρας τὰς ἀναιδεῖς καὶ πρὸς ὅπερ ἂν θέλωσιν αὐταῖς χρώμενοι.