Ancient Greek
Sect 44
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 44
Not analysed yet
Ἡμεῖς δὲ καθάπαξ τὴν ὑμετέραν ἀλογίαν καὶ παρανομίαν μισήσαντες τοὺς μὲν ἀργοῦντας καὶ διὰ τοῦτο πεινῆν ἀναγκαζομένους οὐ τρέφομεν ἀλλ' ἐργαζομένους καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀρκεῖν πείθομεν, τοὺς δὲ ἀναπήρους τῷ σώματι γενομένους παρὰ τῶν ἐχόντων τῆς ἀναγκαίας μόνον συγχωροῦμεν ἀπολαύειν τροφῆς. Κῶμοι δὲ καὶ μέθαι καὶ πᾶσα ἡ λοιπὴ μανία καὶ αἰσχρότης ἐκβέβληται ἀντεισῆκται δὲ ἀντὶ τούτων "ὅσα σεμνά, ὅσα ἁγνά, ὅσα δίκαια, ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος."