Ancient Greek
Sect 45
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 45
Not analysed yet
Καὶ τὰ ἄλλα δὲ ἃ ὑπὲρ τῶν παρ' αὐτοῖς φιλοσοφησάντων κομπάζουσιν ἀπέδειξε κενοδοξίαν καὶ θρασύτητα καὶ παιδικῆς ἔργα διανοίας. Οὐ γὰρ πίθον ἐκεῖ λαβὼν κατέκλεισεν ἑαυτὸν οὐδὲ ῥάκη περιβαλλόμενος οὕτω περιῄει κατὰ τὴν ἀγοράν. Ταῦτα γὰρ δοκεῖ μέν τινα εἶναι θαυμαστὰ καὶ πόνον ἔχειν πολὺν καὶ τὴν ἐσχάτην ταλαιπωρίαν ἐπαίνου δὲ παντὸς ἀπεστέρηται. Καὶ τοῦτο δὲ τῆς τοῦ διαβόλου κακουργίας τοὺς δουλεύοντας αὐτῷ τοιούτοις παραδιδόναι πόνοις οἳ καὶ διασπάσονται τοὺς ἠπατημένους καὶ μάλιστα πάντων καταγελάστους ἀποφανοῦσιν αὐτούς. Πόνος γὰρ οὐδὲν κέρδος ἔχων ἐγκωμίου παντὸς ἀπεστέρηται. Καὶ γὰρ ἔτι καὶ νῦν εἰσιν ἄνθρωποι φθοροὶ καὶ μυρίων γέμοντες κακῶν τοῦ φιλοσόφου πολλῷ μείζονα ἐπιδεικνύμενοι. Οἱ μὲν γὰρ ἥλους ἐξεῖς καὶ ἠκονημένους ἔφαγον οἱ δὲ ὑποδήματα διεμασήσαντο καὶ κατέπιον οἱ δὲ πρὸς ἕτερα πολλῷ τούτων παρεβουλεύσαντο μοχθηρότερα καίτοι τὰ τοιαῦτα πολλῷ τοῦ πίθου καὶ τῶν ῥακίων θαυμαστότερα. Ἀλλ' οὐκ ἀποδεχόμεθα αὐτὰ ὥσπερ οὖν οὐδὲ ἐκεῖνα ἀλλ' ἐξίσης τῷ φιλοσόφῳ κακίζομεν καὶ δακρύομεν καὶ τούτους καὶ πάντας ὁμοίως τοὺς τὰ τοιαῦτα τερατευομένους εἰκῆ.