Ancient Greek
Sect 55
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 55
Not analysed yet
Οὕτως ὅπερ ἔφην ἀρχὴν ἁμαρτία λαβοῦσα καὶ μηδένα εἰς τὸ πρόσω προβῆναι κωλύοντα ἔχουσα δυσανάσχετος καὶ ἀκάθεκτος γίνεται κατὰ τοὺς μεμηνότας τῶν ἵππων οἵ, ἐπειδὰν τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλόντες καὶ τὸν ἐπιβάτην ῥίζοντες ἀπὸ τῶν νώτων ὕπτιον τοῖς ἀπαντῶσιν ἀφόρητοι γένωνται, μηδενὸς αὐτοὺς κωλύοντος ὑπὸ τῆς ἀτάκτου ῥύμης φέροντες ἑαυτοὺς κατεκρήμνισαν. Διά τοι τοῦτο εἰς μανίαν τὰς τοιαύτας ἐκφέρει ψυχὰς ὁ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς ἵνα αὐτὰς ἐν ἐρημίᾳ τῶν θεραπευσόντων ἀπολαβὼν κατακόψῃ καὶ μυρίοις περιβάλῃ κακοῖς. Καὶ γὰρ οἱ τὰ σώματα ἀρρωστοῦντες ἕως μὲν ἂν προσίωνται τοὺς θεραπεύοντας πολλὴν τὴν ἐλπίδα τῆς ὑγιείας ἔχουσιν, ἐπειδὰν δὲ εἰς φρενῖτιν ἐκπεσόντες λακτίζωσι καὶ δάκνωσι τοὺς βουλομένους ἀπαλλάξαι τῆς ἀρρωστίας αὐτοὺς τότε νοσοῦσιν ἀνίατα οὐ διὰ τὴν τῆς νόσου φύσιν ἀλλὰ διὰ τὴν ἐρημίαν τῶν ἀπαλλάξαι δυναμένων τῆς μανίας αὐτούς, εἰς ἣν καὶ οὗτος ἑαυτὸν κατέστησε.