Ancient Greek · ~3 min
Sect 56
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 56
Not analysed yet
Λαβὼν γὰρ τὸν ἰατρὸν τέμνοντα ἔτι τὸ τραῦμα ἀπήλασεν εὐθέως καὶ ὡς πορρωτάτω τῆς οἰκίας ἀπήγαγε. Καὶ ἦν τὸ Ἡρώδου δρᾶμα μηκέτι μόνον ἀκοῇ μανθάνειν ἀλλὰ καὶ ὄψεσι μετὰ πλείονος τῆς περιπετείας θεωρεῖν. Ἐπειδὴ καὶ μετὰ πλείονος αὐτὸ τῆς ἐπιδείξεως καὶ παρασκευῆς ὁ διάβολος πάλιν εἰς τὸ τοῦ βίου θέατρον εἰσήγαγεν ἀντὶ τετράρχου βασιλέα κατασκευάσας καὶ ἀντὶ μιᾶς αἰτίας διπλῆν ὑπόθεσιν τῷ πράγματι δοὺς καὶ πολὺ τῆς προτέρας μιαρωτέραν ὡς μὴ τῷ ἀριθμῷ μόνον ἀλλὰ καὶ αὐτῇ τῶν πραγμάτων τῇ φύσει λαμπροτέραν ταύτην γενέσθαι τὴν τραγῳδίαν. Οὐ γὰρ γάμος ἐνταῦθα ὑβρίζετο καθάπερ ἐκεῖ οὐδὲ ἀπὸ παρανόμου μίξεως ἀλλ' ἀπὸ μολυσμοῦ παιδοκτονίας ἐναγεστέρου καὶ τυραννίδος ἀπηνεστάτης καὶ παρανομίας οὐκ εἰς γυναῖκα γενομένης ἀλλ' εἰς αὐτὴν τὴν ἁγιστείαν ταύτην τὴν ἱστορίαν ἔπλεξεν ὁ πονηρός.