Ancient Greek · ~3 min
Sect 57
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 57
Not analysed yet
Ἐμβληθεὶς τοίνυν εἰς τὸ δεσμωτήριον ὁ μακάριος ἔχαιρε μὲν ἐπὶ τοῖς δεσμοῖς ἤλγει δὲ ἐπὶ τῇ τοῦ δήσαντος ἀπωλείᾳ. Οὔτε γὰρ πατὴρ οὐδὲ παιδοτρίβης ὅταν ὁ μὲν ἐκ τῆς τοῦ παιδὸς ὁ δὲ ἐκ τῆς τοῦ μαθητοῦ μοχθηρίας καὶ δυσπραγίας λαμπρότεροι γίνωνται καθαρὰν ἀθυμίας τὴν ἐκ τῆς εὐδοκιμήσεως ἔχουσιν ἡδονήν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος Κορινθίοις ἔλεγεν· "Εὐχόμεθα δὲ μηδὲν κακὸν ποιῆσαι ὑμᾶς οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν." Οὕτω γοῦν καὶ ἐκείνῳ τῷ θαυμαστῷ τότε ποθεινότερον ἦν τῶν ἀπὸ τοῦ δεσμωτηρίου μισθῶν ἡ τοῦ μαθητοῦ σωτηρία καὶ τὸ σωφρονήσαντα ἀποστερῆσαι τούτων τῶν ἐπαίνων αὐτὸν μᾶλλον δὲ τὸ μηδὲ τὴν ἀρχὴν εἰς ταύτην αὐτὸν τὴν διαστροφὴν ἐμπεσεῖν.