Ancient Greek
Sect 69
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 69
Not analysed yet
Ἐπειδὴ γὰρ οἱ τῶν νέων ἀκόλαστοι φθάσαντες ὅπερ ἔφην ἐξύβρισαν τὸ τοῦ προαστείου κάλλος ἐπὶ κώμαις καὶ μέθαις τὰς ἐκεῖ ποιούμενοι διατριβάς, βουλόμενος τοῦτο ἐπιδοθῆναι τὸ κακὸν ὁ διάβολος τόν τε μῦθον ἔπλασε καὶ τὸν δαίμονα κατῴκισεν ὡς καὶ ἀσελγείας καὶ ἀσεβείας ὑπέκκαυμα γενέσθαι μεῖζον τὴν ἱστορίαν ταύτην αὐτοῖς. Πρὸς δὴ τὴν λύσιν τῶν τοσούτων κακῶν εὗρε ταύτην τὴν σοφωτάτην μηχανὴν ὁ βασιλεὺς τὸ μετοικίσαι τε τὸν ἅγιον καὶ πέμψαι τὸν ἰατρὸν πρὸς τοὺς κάμνοντας. Διατάξει μὲν οὖν καὶ αὐθεντίᾳ βασιλικῇ τὴν εἰς τὸ προάστειον ἐγκόπτειν ὁδὸν τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ἐδόκει τυραννίδος ἔργον εἶναι μᾶλλον καὶ ὠμότητος καὶ ἀγροικίας πολλῆς. Εἰ δὲ προσέθηκεν ὅτι "οἱ μὲν ἐπιεικέστεροι καὶ μετριώτεροι ἀναβαινέτωσαν οἱ δὲ ἀσελγεῖς καὶ ἀκόλαστοι κωλυέσθωσαν," ἄπορον ἦν τὸ ἐπίταγμα καὶ δίκας ἐχρῆν καθ' ἑκάστην γίνεσθαι τὴν ἡμέραν τῆς ἑκάστου κρινομένης ζωῆς. Μόνον δὲ τῶν τοσούτων δεινῶν διέξοδον ἀρίστην τὴν τοῦ μακαρίου γενέσθαι παρουσίαν· τήν τε γὰρ τοῦ δαίμονος διαλῦσαι δύναμιν καὶ τὴν νέων ἐπιστρέψαι διάχυσιν ἱκανὸν εἶναι τὸν μάρτυρα. Καὶ οὐκ ἐσφάλη τῆς ἐλπίδος.