Ancient Greek
Sect 70
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 70
Not analysed yet
Ἅμα τε γὰρ ἐφίσταταί τις τῇ Δάφνῃ καὶ τὸ μαρτύριον εὐθέως ἀπὸ τῶν τοῦ προαστείου προθύρων ἰδὼν συστέλλεται καθάπερ τις νέος ἐν συμποσίῳ παιδαγωγὸν θεασάμενος ἐφεστῶτα καὶ παρακελευόμενον διὰ τῆς ὄψεως ἐν τάξει τῇ προσηκούσῃ πίνειν τε καὶ ἐσθίειν καὶ φθέγγεσθαι καὶ γελᾶν, φυλαττόμενον μή που τὸ μέτρον ὑπερβὰς τὴν δόξαν αἰσχύνῃ τὴν ἑαυτοῦ. Γενόμενος δὲ ὑπὸ τῆς ὄψεως εὐλαβέστερος καὶ τὸν μακάριον φαντασθεὶς πρὸς τὴν λάρνακα εὐθέως ἐπείγεται, καὶ ἐλθὼν ἐκεῖ μείζονά τε προσλαμβάνει φόβον καὶ πᾶσαν ὀλιγωρίαν ἐκβαλῶν καὶ γενόμενος πτηνὸς οὕτως ἄπεισι. Καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας δεχόμενος ἀπὸ τῆς ὁδοῦ μετὰ τοιαύτης σωφροσύνης παραπέμπει πρὸς τὴν τῆς Δάφνης ἀνάπαυσιν μόνον οὐκ ἐκείνην αὐτοῖς ἐπιβοῶν τὴν φωνὴν "ἀγαλλιᾶσθε τῷ Κυρίῳ ἐν τρόμῳ," καὶ τὸ ἀποστολικὸν προστιθεὶς εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε," τοὺς δὲ εἰς τὴν πόλιν κατιόντας μετὰ τὴν τρυφὴν εἰ συμβαίη ῥᾳθυμότερον διατεθέντας ἀπορρῖψαι τὸν χαλινὸν καὶ εἰς κραιπάλην καὶ εἰς ἄτοπον ἐξενεχθῆναι τρυφὴν δεξάμενος πάλιν μεθύοντας εἰς τὸ αὐτοῦ καταγώγιον οὐκ ἀφίησι τὴν ἀπὸ τῆς μέθης βλάβην ἔχοντας οἴκαδε ἀπελθεῖν, ἀλλὰ σωφρονίσας τῷ φόβῳ πρὸς τὴν αὐτὴν ἐπανάγει νῆψιν ἣν καὶ πρὸ τοῦ τῇ μέθῃ βαπτισθῆναι ἐφύλαττον. Καὶ γὰρ ὥσπερ τις αὔρα λεπτὴ τοὺς ἐν τῷ μαρτυρίῳ γενομένους περιπνεῖ πάντοθεν—αὔρα οὐκ αἰσθητή τις οὐδὲ σωμάτων αὐξητικὴ ἀλλ' εἰς αὐτὴν ἱκανὴ διαδῦναι τὴν ψυχήν—καὶ καταστέλλουσα πάντοθεν αὐτὴν εὐσχημόνως καὶ πᾶν γήινον περικόπτουσα βάρος ἀναπαύει τε καὶ κουφοτέραν ἐργάζεται τὴν βεβαρημένην καὶ καταπίπτουσαν.