Ancient Greek
Sect 71
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 71
Not analysed yet
Καὶ τὸ μὲν Δάφνης κάλλος καὶ τοὺς ῥαθυμοτέρους ἐκκαλεῖται πρὸς ἑαυτήν, ὁ δὲ μάρτυς καθάπερ ἐν ἀλείᾳ τινὶ καθήμενος καὶ λοχῶν τοὺς εἰσιόντας κατέχει τέως αὐτούς, καὶ ῥυθμίσας πρότερον οὕτως ἀφίησιν οὐδὲ ὑβριστικῶς ἀλλὰ σεμνῶς τῇ ἐρωμένῃ χρησομένους λοιπόν. Ἐπειδὴ γὰρ τῶν ἀνθρώπων οἱ μὲν διὰ ῥαθυμίαν οἱ δὲ διὰ φροντίδας βιωτικὰς οὐκ ἐθέλουσιν εἰς τὰς τῶν μαρτύρων θήκας ἀπαντᾶν, ᾠκονόμησεν ὁ Θεὸς τούτῳ σαγηνεύεσθαι τῷ τρόπῳ καὶ τῆς θεραπείας αὐτοὺς ἀπολαύειν τῆς ἐν τῇ ψυχῇ. Καὶ γίνεται παρόμοιον ὥσπερ ἂν εἴ τις τὸν κάμνοντα ὠφέλιμα φάρμακα προσίεσθαι μὴ καταδεχόμενον μεθοδεύσειεν ἡδύσματι τὸ φάρμακον ἐγκατακρύψας τινί.