Ancient Greek · ~3 min
Sect 76
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 76
Not analysed yet
Πῶς δὲ τοῦτο γέγονε καὶ τίς ὁ τρόπος; Τοῦ βασιλέως τελευτήσαντος τοῦ τὸν μάρτυρα ἀναγαγόντος τὸν ἀδελφὸν τὸν ἐκείνου παρήγαγεν εἰς μέσον διαδεξόμενον τὴν ἀρχὴν ὁ καὶ ἐκείνῳ πρότερον δοὺς τὴν τιμήν, καὶ δέχεται χωρὶς τοῦ διαδήματος τὴν βασιλείαν οὗτος. Τοσοῦτον γὰρ καὶ τῆς τοῦ ἀδελφοῦ τοῦ τετελευτηκότος ἐξουσίας τὸ μέτρον ἦν. Γόης δὲ ὢν καὶ μιαρὸς τὸ μὲν πρῶτον τὰ τοῦ Κυρίου φρονεῖν ὑπεκρίνατο διὰ τὸν τὴν ἀρχὴν αὐτῷ δεδωκότα, ὡς δὲ καὶ οὗτος τὸν βίον μετήλλαξε ῥίψας τὸ προσωπεῖον λοιπὸν γυμνῇ τῇ κεφαλῇ ἢν πάλαι ἔχων δεισιδαιμονίαν ἔκρυπτε ταύτην εἰς μέσον ἐξήγαγε καὶ πᾶσιν ἐποίησε φανερὰν καὶ προστάγματα πανταχοῦ τῆς οἰκουμένης κατεπέμπετο τοὺς ναοὺς ἐπισκευάζεσθαι τῶν εἰδώλων, τοὺς βωμοὺς ἀνίστασθαι, τὰς παλαιὰς τοῖς δαίμοσιν ἀποδίδοσθαι τιμάς, προσόδους αὐτοῖς γίνεσθαι πολλὰς πολλαχόθεν.