Ancient Greek
Sect 79
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 79
Not analysed yet
Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν δείλαιον ἐκεῖνον τὸν ἅπαξ ἑαυτὸν ἐκδεδωκότα τῷ τῶν δαιμόνων γέλωτι μὴ ἐγκαλύπτεσθαι ἐφ' οἷς οἱ παρ' αὐτῷ θεραπευόμενοι σεμνύνονται θεοί. Τί ἄν τις λέγοι τὰς νεκυομαντείας, τὰς τῶν παίδων σφαγάς; Αἱ γὰρ θυσίαι ἐκεῖναι αἱ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας τολμώμεναι μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ κατασταλεῖσαι ἐτολμῶντο πάλιν φανερῶς μὲν οὐκέτι (εἰ γὰρ καὶ βασιλεὺς ἦν καὶ μετ' ἐξουσίας ἅπαντα ἔπραττεν ἀλλ' ὅμως ἡ τῆς τῶν δρωμένων ἀνοσιότητος ὑπερβολῆ τῆς ἐξουσίας τὸ μέγεθος ἤλεγχεν) ἐτολμῶντο δ' οὖν ὅμως.