Ancient Greek
Sect 80
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 80
Not analysed yet
Οὗτος δὴ οὖν ὁ βασιλεὺς εἰς τὴν Δάφνην συνεχῶς ἀνιὼν μετὰ πολλῶν μὲν ἀναθημάτων μετὰ πολλῶν δὲ θυσιῶν καὶ χειμάρρους αἱμάτων ἐργαζόμενος ἀπὸ τῆς τῶν θρεμμάτων σφαγῆς ἐπέκειτο σφοδρῶς τὸν δαίμονα χρησμὸν ἀπαιτῶν καὶ ἀξιῶν ἀναιρεῖν ὑπὲρ τῶν κατὰ γνώμην αὐτῷ. Ὁ δὲ γενναῖος ἐκεῖνος, καὶ ψάμμου τε ἀριθμὸν εἰδὼς καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνιεὶς καὶ οὐ λαλέοντος ἀκούων (ὥς φησι) τὸ μὲν εἰπεῖν διαρρήδην καὶ σαφῶς, ὅτι "διὰ τὸν ἅγιον Βαβύλαν καὶ τὴν ἐκ γειτόνων δύναμιν ἐπιστομισθεὶς οὐ δύναμαι φθέγγεσθαι," παρῃτήσατο δεδοικὼς μὴ γέλωτα παρὰ τοῖς θεραπευταῖς ὄφλῃ τοῖς ἑαυτοῦ, βουλόμενος δὲ συσκιάσαι τὴν ἧτταν εἶπε πρόφασιν τῆς σιγῆς ἢ μᾶλλον αὐτὸν καταγελαστότερον ἀπέφηνε τῆς σιγῆς. Ἐκείνῳ μὲν γὰρ ἂν τὴν ἀσθένειαν μόνον ἀπεκάλυψε τὴν ἑαυτοῦ νυνὶ δὲ καὶ τὴν ἀσθένειαν καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ἀναισχυντίαν ἔδειξε τὰ ἀσυσκίαστα συσκιάζειν ἐπιχειρῶν.