Ancient Greek
Sect 87
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 87
Not analysed yet
Ἀκούσας δὴ ταῦτα ὁ ὑποκριτὴς ἐκέλευσε κατενεχθῆναι τὴν λάρνακα ἵνα ἡ ἧττα δήλη γένηται καὶ καταφανής. Εἰ μὲν γὰρ εἶπεν ὅτι "διὰ τὸν ἅγιον οὐ δύναμαι φθέγγεσθαι"—ἀλλὰ μηδὲν κινεῖτε μηδ' ἐνοχλεῖτε περαιτέρω—τοῖς αὐτοῦ μόνοις ἂν ἐγένετο φανερόν (οὐ γὰρ ἂν εἰς ἑτέρους τοῦτο ἐξήνεγκαν αἰσχυνόμενοι)—νῦν δὲ ὥσπερ ἐκπομπεῦσαι σπουδάζων τὴν ἀσθένειαν αὐτοῦ οὕτως ἅπαντα πράττειν ἠνάγκαζε δι' ὧν οὐδὲ βουλομένοις ἐνῆν συσκιάσαι τὸ γεγονός. Οὐδὲ γὰρ ἔτι δυνατὸν διασωθῆναι τὴν ὑπόκρισιν διὰ τὸ μηδένα τῶν ἄλλων νεκρῶν ἀλλὰ μόνον τὸν μάρτυρα μετακινηθῆναι ἐκεῖθεν. Καὶ οὐχ οἱ τὴν πόλιν οἰκοῦντες μόνον καὶ τὸ προάστειον καὶ τοὺς ἀγροὺς ἀλλὰ καὶ οἱ πόρρωθεν ἀφιστάμενοι τῶν χωρίων καὶ τὴν λάρνακα οὐχ ὁρῶντες κειμένην εἶτα τὴν αἰτίαν ἐξετάζοντες εὐθέως ἐμάνθανον, ὡς ὁ δαίμων παρὰ τοῦ βασιλέως ἀξιούμενος μαντεύεσθαι εἶπε τοῦτο μὴ δύνασθαι ποιεῖν ἕως ἂν αὐτοῦ τὸν μακάριον ἀποστήσῃ τις Βαβύλαν.